1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

87

χρήσεται σπουδῇ εἰς ἀσέβειαν ἅπαντας ἐκκαλούμενος, καὶ πολλοὺς κοινωνοὺς τῆς τιμωρίας λαβεῖν βουλόμενος. Τὰ δὲ ἐπαγόμενα σαφέστερον ἐλέγ χει τὴν ἄνοιαν τῶν οἰομένων περὶ Ἀντιόχου ταῦτα εἰρῆσθαι. Φησὶ γάρ· λζʹ. "Καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὑτοῦ οὐ συνήσει." Εὑρίσκομεν δὲ τὸν Ἀντίοχον εἰδωλι κῶν βωμῶν τήν τε Ἱερουσαλὴμ καὶ πᾶσαν τὴν Ἰουδαίαν ἐμπλήσαντα, καὶ ἐν τῷ ναῷ τοῦ Θεοῦ τῷ ∆ιὶ θύσαντα, καὶ ∆ιὸς μὲν Ὀλυμπίου τὸν ἐν Ἱεροσολύμοις νεὼν προσαγορεύσαντα, ∆ιὸς δὲ Ξενίου τὸν ἐν τῷ Γαριζείν. Πῶς τοίνυν ὁ οὕτως δεισιδαίμων, ὁ οὕτως εἰδωλολάτρης, "ἐπὶ θεοὺς τῶν πατέρων αὑ τοῦ οὐ συνήσει;" Πάντα γὰρ τοὐναντίον ὁ Ἀντίο 81.1528 χος ποιῶν διετέλει· τοὺς πατρῴους γὰρ σέβων θεοὺς, τὸν ὑπὸ τῶν Ἰουδαίων προσκυνούμενον ἠρνεῖτο Θεόν. Οὐδαμῶς τοίνυν τῷ Ἀντιόχῳ ταῦτα ἁρμόττει· ἀλλ' αὐτῷ τῷ ἀρχετύπῳ τοῦ Ἀντιόχου, οὗ εἰκὼν καὶ τύπος ὁ Ἀντίοχος γεγονὼς, νικῆσαι εἰς ἀσέβειαν ἅπαντας τοὺς πρὸ αὐτοῦ γενομένους βασιλέας ἐφιλο νείκησε. Περὶ τοῦ Ἀντιχρίστου τοίνυν λέγει, ὅτι "Ἐπὶ πάντας θεοὺς πατέρων αὑτοῦ οὐ συνήσει. Καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν, καὶ ἐπὶ πάντα Θεὸν οὐ συνήσει." Καὶ τοῦτο δὲ ἀντικρὺς ἐναντίον τοῖς τοῦ Ἀντιόχου ἐπιτηδεύμασιν. Οὗτος γὰρ οὐδὲ ταῖς γάμου νόμῳ συνημμέναις μόναις ἠρκεῖτο, ἐξ ὧν Ἀντίοχόν τε τὸν Εὐπάτορα καὶ Ἀλέξανδρον ἐπαιδοποίησεν, ἀλλὰ καὶ παλλακίσιν ἀκολάστοις ἐμίγνυτο. Τῆς δὲ μιᾶς καὶ ἡ δευτέρα τῶν Μακκαβαίων μνημο νεύει, καί φησιν ὁ συγγραφεὺς οὕτως· "Συνέβη δὲ Ταρσεῖς καὶ Μαλλεώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δε δόσθαι." Ὁ τοίνυν τοσαύτῃ δουλεύων ἀκολασίᾳ, ὡς πόλεις τοιαύτας καὶ τηλικαύτας ἑταιρικῷ δωρή σασθαι γυναίῳ, πῶς ἐπὶ ἐπιθυμίαν γυναικῶν οὐ συνήσει; Οὐκοῦν καὶ ἐντεῦθεν σαφῶς ἁμαρτάνοντες ἐξελέγχονται οἱ εἰς Ἀντίοχον ταῦτα λαμβάνειν ἐπιχειροῦντες. Ἡμεῖς δὲ ἐπανέλθωμεν ὅθεν ἐξήλθο μεν. "Καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν, φησὶν, καὶ ἐπὶ πάντα Θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγα λυνθήσεται." Ἀντὶ τοῦ, οἰήσεται πάντων εἶναι μέ γιστος. ληʹ. "Καὶ Θεὸν Μαωζεὶμ ἐπὶ τόπου αὑτοῦ δοξάσει, καὶ Θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἐν λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι." Τῶν γὰρ πατέρων αὐτοῦ πάντων τὴν οἰκείαν φύσιν ἐγνωκότων, καὶ τὸν ἐπὶ πάντων Θεὸν σφᾶς αὐτοὺς ὀνομάσαι μὴ τετολμηκό των, οὗτος Θεὸν ἰσχυρὸν καὶ δυνατὸν (τοῦτο γὰρ σημαίνει τὸ Μαωζεὶμ) ἑαυτὸν προσαγορεύει. Τὸ γὰρ, ἐπὶ τόπῳ αὑτοῦ, ἀντὶ τοῦ ἑαυτὸν τέθεικε. λθʹ. "Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυ γῶν μετὰ Θεοῦ ἀλλοτρίου, ὃν ἐγνώρισε, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν διελεῖ ἐν δώροις." Ἀναστήσει γὰρ, φησὶν, ἑαυτῷ ναοὺς, καὶ ἀργύρῳ, καὶ χρυσῷ, καὶ λίθοις τιμίοις αὐτοὺς καλλωπίσει, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, τοὺς ἐξ απατωμένους δηλονότι τοῖς τέρασιν, ἢ ταῖς κολάσεσιν χαυνουμένους. Ἀλλὰ καὶ "γῆν διελεῖ ἐν δώροις·" τοῖς γὰρ ὑπηκόοις καὶ ἀσεβεῖν αἱρουμένοις, καὶ γῆν δωρήσεται πλείστην. μʹ. "Καὶ ἐν καιροῦ πέρατι, φησὶ, συγκερατισθή σεται μετ' αὐτοῦ βασιλεὺς Νότου, καὶ συναχθή σεται ἐπ' αὐτὸν βασιλεὺς τοῦ Βοῤῥᾶ ἐν ἅρμασι, καὶ 81.1529 ἐν ἱππεῦσι, καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσεται εἰς τὴν γῆν ἐν ταῖς κατακλύσεσι, καὶ συντρίψει." Πολλάκις εἴπομεν, ὅτι τοῦ τετάρτου θηρίου τὰ δέκα κέρατα τὰ κατ' αὐτὸν φανέντα, δέκα βασιλέας ση μαίνει ἐν τῷ τέλει τῆς Ῥωμαϊκῆς βασιλείας κατὰ ταυτὸν βασιλεύσοντας. Ἐκ τούτων τοίνυν πάλιν ὁ τοῦ Νότου βασιλεὺς πολεμήσει τούτῳ, ὃς τοῦ Βοῤῥᾶ κα λεῖται βασιλεύς. "Ἀπὸ βοῤῥᾶ γὰρ, φησὶν, ἐκκαυθή σεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν." Καὶ Ἀντίοχος δὲ, ὃς τούτου τύπος ἐτύγχανε, τοῦ Βοῤῥᾶ βασιλεὺς ὠνομάζετο. Τοῦ τοίνυν βασιλέως τοῦ Νότου συμπλακέντος αὐτῷ, μετὰ πλήθους οὗτος καὶ ὀχυρωμάτων ἐγγείων τε καὶ θαλαττίων, καὶ ἐπιστρατεύσει αὐτῷ, καὶ τὴν νίκην ἀναδήσεται. Τού τους δὲ τοὺς πολεμίους, καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγε λίοις προεῖπεν ὁ Κύριος· "Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ