377 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὑτῆς. τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν· καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε κύριος τὸ ἔλεος αὑτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. καὶ ἐγένετο, τῇ ἡμέρᾳ τῇ ηʹ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης. καὶ εἶπαν πρὸς αὐτήν, Ὅτι οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες. ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἐλύθη ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν. καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας ἐλαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ κυρίου ἦν μετ' αὐτοῦ. καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου, καὶ προεφήτευσεν λέγων, Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ ∆αβὶδ τοῦ παιδὸς αὐτοῦ, καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χει378 ρὸς πάντων τῶν μισούντων ἡμᾶς. ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν τοῦ δοῦναι ἡμῖν. ἀφόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας λατρεύειν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν. διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, ἀνατολὴ ἐξ ὕψους. ἐπιφανεῖ τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. Εἰς Ἰωάννην τὸν Πρόδρομον Οὗτος ὁ μείζων πάντων ἀνθρώπων Ἰωάννης ὁ βαπτιστής, ὁ ἔτι ἐν κοιλίᾳ πνεύματος ἁγίου πλησθεὶς καὶ σκιρτῶν καὶ ἐπειγόμενος προδραμεῖν τοῦ κυρίου αὐτοῦ, ὁ μέγας ἐνώπιον τοῦ θεοῦ, ὁ πρόδρομος τοῦ κυρίου, ὁ ἑτοιμάζων αὐτῷ λαὸν κατεσκευασμένον, ὁ τῶν προφητῶν ἀνώτερος καὶ τῶν ἀποστόλων προγενέστερος, ὁ μέσος τῆς παλαιᾶς καὶ καινῆς διαθήκης, ὁ τελευταῖος ἐν νόμῳ καὶ τῆς νέας ὑποδείκτης, ὁ παρόντα τὸν δεσπότην Χριστὸν 379 πᾶσιν ὑποδεικνύς, ὁ τῇ σκληραγωγίᾳ πάντας ἀνθρώπους ὑπεραίρων καὶ τῇ διακονίᾳ πάντας ἀνθρώπους ὑπερβάς, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου προελθὼν καὶ τὸν Ἠλίαν ὑπερβαίνων τῷ βαπτίζειν τὸν κύριον, ὁ λύχνος ὁ καιόμενος πρὸ τοῦ ἡλίου τῆς δικαιοσύνης, οὗτος παρόντα τὸν κύριον ὑποδείκνυσι λέγων, Ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸν ὡς θυόμενον καλέσας καὶ τὴν ἁμαρτίαν τοῦ κόσμου αἴροντα. ὡς ἀπαλλάττοντα τὸν κόσμον τῆς ἁμαρτίας, διὰ τῆς ἀναστάσεως ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους ἀποτελῶν. τοιαύτης διακονίας καὶ τοιούτων πραγμάτων μηνυτὴς ἠξιώθη ὁ μέγας Ἰωάννης εἶναι. Εἶτα θέλοντες γνῶναι καὶ πόστῃ τοῦ μηνὸς ἐτέχθη ὁ πρόδρομος, εὑρίσκομεν ὡς ὁ ἐννεαμηνιαῖος ἡλιακὸς χρόνος τῆς συλλήψεως τῆς Ἐλισάβετ συμπληροῦται εἰς τὴν εἰκάδα τετάρτην τοῦ ἰουνίου μηνός. Εἶτα γνῶναι βουλόμενοι καὶ τὴν ἡμέραν καθ' ἣν ἐτέχθη, τίθεμεν τὰ εφζʹ παρὰ τὸ ἕν, καὶ συνάπτομεν αὐτοῖς τὸ τέταρτον, τουτέστιν ἄλλα
ατοϛʹ· γίνονται ϛωπβʹ. μέρισον εἰς ζʹ· ζʹ Ϡʹ ϛτʹ, ζʹ πʹ φξʹ, ζʹ γʹ καʹ. λοιπὸν αʹ· ταύτῃ προστίθεμεν ἀπριλίου λʹ, μαίου λαʹ, ἰουνίου κδʹ, γίνονται πϛʹ λῦσον εἰς ζʹ, ζʹ ιʹ οʹ, ζʹ βʹ ιδʹ,