De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
διακεκτῆσθαι δύναμιν τὴν δημιουργόν, ἀλλ' ὁμοῦ μὲν τοῦ πρέποντος ἁμαρτεῖν, τητᾶσθαι δὲ οὕτω καὶ εὐσθενείας τῆς ἀνωτάτω; {Β.} Πῶς; {Α.} Ἦ οὐκ ἐννοεῖς καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο, ὡς εἴπερ ἦν ἄμεινον ταῖς ἑαυτοῦ κινήσεσιν ὀργανικὴν ὑπουργίαν ἀεὶ συνεισάγοντα δημιουργὸν ὁρᾶσθαι τὸν Θεὸν καὶ Πατέρα, πεφυκέναι τε οὕτως ἃ ἂν βούλοιτο κατορθοῦν, ἤγουν τὴν ἐκ ψόγου μὴ διαδρᾶναι γραφήν, εἴπερ ἴοι πρὸς ἔργα καθ' ἕτερον τρόπον· πῶς οὐκ ἠδίκηκε τὸν Υἱόν, οὐκ ἐν ὀργάνῳ καὶ μεσιτείᾳ τινὸς ἑτέρου παρακομίζων εἰς ὕπαρξιν, ψιλὴν δὲ αὐτῷ καὶ μόνην τῆς ἑαυτοῦ δυνάμεως τὴν αὐτουργίαν δωρούμενος; Καὶ τὰ μὲν ἕτερα τῶν κτισμάτων, ἃ καὶ τῆς Υἱοῦ δόξης ἡττᾶσθαί φασι, τὸν ἄριστόν τε καὶ προὔχοντα τοῦ παρῆχθαι πρὸς ὕπαρξιν διεκληρώσατο τρόπον· ὁ δέ, καίτοι τοῖς οὕτω ὑπερκειμένοις πλεονεκτήμασιν ἐκτετιμη μένος, τὸν αἰσχίω τε καὶ ἐν δευτέροις. Ἀλλ' ἦν δήπου τυχόν, ἐροῦσί τινες, ἀμείνων ἡ αὐτουργία, καὶ ταύτης ἔλαχεν ὁ Υἱός. Εἶτα τί τὸ ἀναπεῖθον, ἀποκρινάσθων ἐκεῖνοι, 537 τὴν ὑπερτάτην οὕτω καὶ ὑπὲρ θαῦμα βουλὴν τοῦ Πατρὸς μὴ οὐχὶ τὸν ἀμείνω τοῦ χείρονος ἀνθελέσθαι τρόπον ἔν γε τῷ χρῆναι δημιουργεῖν, ἀφαμαρτεῖν δὲ οὕτω τοῦ λίαν πρεπωδεστάτου, παραλόγως κατωκνηκότα πρὸς τὸ δεῖν ἑλέσθαι περαίνειν ἃ χρῆν; {Β.} Ἄμεσον οὖν ἔδει, φησί, τοῖς κτίσμασιν ἐπαφεῖναι τὴν ἐνέργειαν τὸν τῶν ὅλων Πατέρα; {Α.} Τί μήν, ὦ ἑταῖρε; Ὀργανικὴν δέ, εἰπέ μοι, καὶ ὑπουργικὴν τὴν ἐπικουρίαν εἰσδέχεσθαι λῷον ἦν αὐτῷ; Καίτοι τῶν ἐκτόπων ἐννοιῶν πάμπολυς ἡμῖν ἐντεῦθεν ἀνατελεῖ καὶ ἀναφανεῖται δῆμος. Τίς γὰρ ἂν γένοιτο τοῦ συνεργαζομένου χρεία τῷ Θεῷ καὶ Πατρί, ὀργάνου δὲ καὶ μεσίτου τίς ἡ ὄνησις οὐχ ὁρῶ. Εἰ μὲν γὰρ ἀληθῶς ἀναγκαίαν οἶδεν ἑαυτῷ τοῦ συγκτίζοντος τὴν συνεισδρομήν, καὶ χρειωδῶς παρεκόμισεν ἔν γε τουτῳῒ τὸν ἐπίκλην Υἱόν, τελοῦντά γε μὴν κατ' αὐτοὺς ἐν κτίσμασι, πῶς ἂν ἔχοι τὸ τελείως εὐσθενές, ἔν γε τῷ εἶναι δημιουργός, δι' ὀργάνου καὶ μόλις συλλέγων ἐν ἑαυτῷ τὸ ἀπηρτίσθαι τελείως πρὸς ὃ πεφυκέναι λέγεται; Καὶ τὸ ἔτι δύσφημον οὐκ ἐρῶ. Πλήρωμα γὰρ θεότητος πέφηνεν ἤδη τὸ γενητόν, καὶ τὸ ἐν τάξει παραληφθὲν τῇ ὑπουργικῇ, τῆς δημιουργικῆς δυνάμεως τοῦ Πατρὸς ἐπικούρημα χρειωδέστατον. Εἶτα πῶς, εἰπέ μοι, μεσολαβοῦντος οὐδενός, ἐξήρκεσεν ἂν εἰς τὴν Υἱοῦ ποίησιν, εἴπερ ἐστὶ γενητός, καίτοι μειζόνως τε καὶ ἀσυγ κρίτως ὑπερκειμένου; Τιμαῖς γὰρ αὐτὸν ταῖς οὕτως ἀπατηλαῖς καταγοητεύειν ὑποκρίνονται, τὸ τῆς δυσφημίας ἀκαλλὲς κατερυθριῶντες, οἶμαί που. Ὁ δὲ δὴ πρὸς τὸ οὕτως ὑπερφερές τε καὶ ὑπερθρῶσκον ἀνεπικούρητός τε καὶ μόνος ἀρκέσας, πῶς ἂν ἠτόνησεν εἰς τὴν τῶν ὑποβεβηκότων ὑπόστασιν τὸν συνεργάτην οὐκ ἔχων; Ἆρ' οὖν οὐχὶ κατοι μώζειν ἄξιον τοὺς οἵ γε ταυτὶ καὶ διανοεῖσθαι μόνον οὐ καταπεφρίκασιν; {Β.} Πῶς γὰρ οὔ; πλὴν ἀκούοις ἂν ἔτι. Μικρὸν γὰρ εἶναί φασι τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικόν. {Α.} Ἄπαγε τῆς δυσφημίας, ἄνθρωπε! Λέγοις δ' ἂν εἰκότως, ὡς ἀπωτάτω τιθεὶς τῆς ἐπὶ τούτοις αἰτίας τὴν σεαυτοῦ ψυχήν· "Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις, σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν." Ὁ γάρ τοι σμικρὸν εἶναι λέγων τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐφ' ἅπασιν αὐτουργικὸν τύφου καὶ ἀλαζονείας 538 αὐτὸν οὐκ ἀπηλλάχθαι φησί, ξυνωρίδα δὲ ταύτην αὐτῷ τῶν ὅτι μάλιστα βδελυρῶν καὶ ἀπηχθημένων ἀναθήσει παθῶν. Εἴη δ' ἂν καὶ ἑτέρως ἀμαθής, ἀλλ' οὐδὲ ὅποι πρόεισιν ὁ λόγος ἐννοῶν. Βουλοίμην δ' ἂν ἔγωγε διαπυθέσθαι σου. {Β.} Τὸ τί δή; {Α.} Οὐ γὰρ γενητὸν εἶναί φασι τὸν Υἱόν; {Β.} Ναί, ἀλλὰ τί μήν; {Α.} Εἴπερ οὖν ὁρῷτο πρὸς ἡμῶν, κατά γε τὸ ἐγχωροῦν, ὅ τί ποτέ ἐστιν ἡ τῶν ὅλων κατάρχουσα φύσις, οὐ σμικρὸν ὀψόμεθα πᾶν αὐτῇ γενητόν; {Β.} Σμικρὸν ὁμολογουμένως. {Α.} Εἶτα τὸν μὲν Υἱὸν ἠξίου μόνον τε καὶ μόνως δημιουργεῖν· κατερυθριάσας δὲ ὥσπερ τὸ χρῆμα, μέτεισιν εὐθύς, καὶ ταῖς ἑτέρου δίδωσιν ἐνεργείαις τὸ καλεῖν εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. Καίτοι δόξης τε καὶ εὐφημίας ἡ