88
δυτικῶν εὐρίπιστον ἔπειθεν ἀποκλίνειν αὖθις. ∆ιὰ ταῦτα τὸν μὲν δεσπότην ὁ βασιλεὺς Ἰωάννην, σπουδῇ τὰ φοσσάτα λαβόντα, προσέταττε τὸν πόλεμον πρὸς ἐκεῖνον ἐκφέρειν· ἐπεὶ δὲ καὶ οἱ ἀπὸ τῆς Σικελικῆς ῥηγικῆς ἐξουσίας πολλὰ τῶν Ἰλλυριῶν καὶ τῆς Νέας Ἠπείρου προσεσφετερίσαντο, πέμπει κἀκεῖσε τοὺς ἀντιταξομένους. Καὶ δή, τῷ καίσαρι Ἀλεξίῳ τὸ Σκυθικὸν παραδοὺς σὺν οὐ πολλοῖς ἄλλοις, πρῶτον πρὸς Θρᾴκην ἐξώρμα, τὰ κατὰ τὴν Ὀρεστιάδα καλῶς ὡς εἶχε διαθησόμενον, ἐν δευτέρῳ κἀκεῖνα τιθέμενος. Τὸ γὰρ Βουλγαρικὸν οὐκ ἤθελεν ἠρεμεῖν, καὶ μᾶλλον κατ' ἔχθραν καὶ μῖσος τὸ πρὸς βασιλέα, τῆς πρώτης τῶν θυγα τέρων τοῦ Λάσκαρι Θεοδώρου καὶ βασιλέως Εἰρήνης τὸν σύζυγον Κων σταντῖνον, ὃν καὶ βασιλέα Βουλγάρων ὁ λόγος ἐδείκνυ, μάλα θερμῶς ἐξοτρυ νούσης κακοῦν τὴν χώραν, ἀντίποινα δῆθεν ὧν ὁ ἀδελφὸς Ἰωάννης ἔπασχε. Τῷ γοῦν καίσαρι προστεταγμένον ἦν πρὸς βασιλέως, ἐπιστάντι τοῖς τῆς Θρᾴκης μέρεσι, καὶ τῇ πόλει προσσχεῖν ἐκ παρόδου καὶ ἐπισεῖσαι μὲν ἀπειλοῦντα τὸ ξίφος τοῖς Ἰταλοῖς, μὴ μὴν δὲ καὶ ὁτιοῦν πράττειν· οὐ γὰρ ἱκανῶς εἶχε τῶν στρατευμάτων. Ὡς γοῦν τὴν Καλλίου ὁ καῖσαρ περαιωθεὶς κατέλαβεν, ἔγνω, πρότερον ἢ τοῖς κατωτέρω προσσχεῖν, κατὰ Σηλυβρίαν γενέσθαι καί, τῇ πόλει ἐκ τῶν δυτικῶν μερῶν προσεγγίσανταμηδὲ γὰρ εἶναι κωλύμην, ἁπάντων τῶν ἐκεῖ ὑποτεταγμένων τῷ βασιλεῖ, κατοπτεῦσαι μὲν καὶ ταύτην ὡς εἶχε 193 τότε καὶ μαθεῖν τὰ τῶν ἐντὸς πῶς ἔχοιεν, ἰδεῖν δὲ καὶ τοὺς θεληματαρίους, οὓς καὶ ὁ λόγος προέγραψε, καὶ ὁμιλῆσαι τά οἱ δοκοῦντα περὶ τῆς πόλεως. Ἐλθὼν οὖν καὶ σκηνήσας ἐν τοῖς παραπολίοις, προσεκαλεῖτο κρυφηδὸν τοὺς δοκοῦντας ἐκείνων καί γε κατεπίστευε σφίσι τὰ κατὰ νοῦν, ὑποτείνων κἀκεί νοις ἐλπίδας, εἰ συνεργοῖεν, τὰς μείζους. Τῶν δὲ καιρὸν ἔχειν εἰπόντων, ὡς ἐγκαίρως ἐπιθησομένωντὸ γὰρ τῶν Ἰταλῶν πλώϊμον ὅσον ἦν ἐν τῇ πόλει ἐπὶ ∆αφνουσίας, ὡς ἁλῶσον τὴν νῆσον, χωρεῖν καί γ' ἐπὶ πλείσταις ἡμέραις προσταλαιπωρεῖσθαι καθήμενον, ὄχλον δ' ἄλλως εἶναι τὸ κατὰ πόλιν καὶ πολέμων ἀπείρατον, ταῦτ' εἰπόντων καὶ τὰ πιστὰ διδόντων ὡς συνεργήσουσινὁμονοήσειν γὰρ σφίσι καὶ τοὺς λοιποὺς ἐπὶ τούτῳ, ὁ καῖσαρ αὐτίκα, ὅτε μὲν πρὸς τοὺς ἀπ' ἐκείνων λόγους ἀπεῖδε καὶ τὴν προθυμίαν ἑώρα ὡς ἑτοίμως ἐχόντων προσβοηθεῖν, ἐθάρρει τὴν προσβολήν· ὅτε δὲ πρὸς τὸ τῆς ἐγχειρήσεως δυσχερὲς αὖθις ἀπέβλεπε καὶ τὸ κινδυνῶδες τοῦ πράγματος, εἰ οὕτως μετ' ὀλίγων καὶ ἐκ παρέργου πόλιν τοιαύτην, ἣν καὶ πολλαὶ δυνάμεις οὐχ ἑλεῖν ἠδυνήθησαν, αὐτὸς ἐν ἀκαρεῖ παραστήσεται, κατώκνει καὶ ἀνεβάλλετο. Ὅμως καὶ τοὺς λόγους λαμβάνων ἐν κοινῷ τὸ πρακτέον ἐτίθει. Κἀπειδὴ ὁ ἀνεψιὸς ἐκείνου Ἀλέξιος ἐπέκειτο προσβιάζων καί τις τῶν θεληματαρίων, Κουτριτζάκης τοὐπίκλην, μετὰ θάρρους, ὅπως πραχθείη λέγων, τὸ ἔργον ὑφίστατοτὸ γὰρ εἱμαρμένον ἄφυκτον ὥσπερ ἐμψύχοις οὕτω καὶ πόλεσιν, ἀναθαρρεῖ τε κἀκεῖνος καὶ πρὸς τὸ κρατῆσαι μετέωρος ἦν. Ὅθεν καὶ τῶν ἄλλων μαθόντων τε καὶ συμφωνησάντων ἑτοίμως συγκαταπρᾶξαί οἱ τὸν λόχον, αὐτὸς μὲν ἄλλοτε μὲν περιῄει καὶ τὸν τόπον ὡς εἰκὸς κατεσκέπτετο, τότε δέ, τὴν ὑποψίαν διαφυλαττόμενος, ἐκποδὼν ὤν, τοῖς ὑποβαλλομένοις προσέχων, εὖ εἰδὼς τῶν τόπων, συνῄει καὶ προεσκέπτετο ὅπως ἄριστα γένοιτο καὶ μετὰ σπουδῆς τὸ μελετώμενον σφίσι, μήπως καί, ἀνταλαλαξάντων τινῶν, τὸ ἐν κρυπτῷ φωραθείη. 195
κζʹ. Ὅπως ἡ πόλις ἑάλω. Ὡς γοῦν ἔστη τὸ πᾶν τῆς βουλῆς, καὶ ὁ καιρὸς ἐτάττετο· νυκτὸς γὰρ τὴν ἐπιβουλὴν συνοίσειν καὶ ἐκ τοῦ αἰφνιδίου, μὴ προσδοκώντων, ἔγνωσαν. Κἀκείνοις μὲν μέλον ἦν, ἐπαναβεβηκότας τὸ τεῖχος διὰ κλιμάκων ἀψοφητί, τοὺς φυλάττειν τε τεταγμένους καταρριπτεῖν ἄνωθεν καὶ τὴν τῆς Πηγῆς πύλην ἀνοίγειν, σφῆνας ἐμβαλόντας, τὸν ἐκ λίθων μόνων προσαρμόζοντα ταύτῃ τοῖχον κατερηριφότας πρότερον, τῷ δὲ καίσαρι, τοὺς στρατιώτας διὰ νυκτὸς ἐφελκόμενον, ἑτοίμως εἰσβάλλειν καὶ κατὰ τὴν ἀνοιχθεῖσαν