Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
βουληθεὶς ἐπὶ τὴν αὔριον ἐγερθῆναι καὶ τὴν πολιορκίαν λῦσαι. Τῇ δὲ αὐτῇ ἑσπέρᾳ, ἐν ᾗ ἐπὶ τὴν αὔριον ἐβούλετο, ἵνα ἀπέλθωσιν, ὁρῶσι πάλιν ὡς σύνηθες τὸ φῶς ἐκ τῶν οὐρανῶν καταβαῖ νον· καὶ οὐχ ἥπλωτο, ὡς σύνηθες ἕως ἄνωθεν τῆς πόλεως δι' ὅλης τῆς νυκτὸς ἵστα το, ἀλλ' ἐκ μακροῦ μόνον ἐφάνη καὶ εὐθὺς διασκορπίσαν ἀφανὲς ἐγένετο. Ὡς οὖν εἶδον αὐτὸ ὁ ἀμηρᾶς καὶ πάντες οἱ αὐτοῦ χαρᾶς πολλῆς πλησθέντες ἔλεγον· Ὁ Θεὸς τὰ νῦν ἐγκατέλιπε τοὺς Χριστιανούς. Καὶ αὐτὸ ἔκριναν οἱ τῆς μιαρᾶς αὐτῶν θρη σκείας καὶ πλάνης σοφοὶ καὶ γραμματεῖς, πῶς τὴν πόλιν ἔμελλον κερδῆσαι τὸ φῶς ἐδήλου· καὶ οὕτως πάντες ἐλπίδας εἶχον χρηστάς, ὧν καὶ ἐπέτυχον διὰ τὰς ἁμαρ τίας ἡμῶν. 7. Ἀλὶ πασίας μὲν ὁ πρῶτος τῆς βουλῆς αὐτοῦ, ὁ ὑπὲρ πάντας δόκιμος καὶ πρακτικός, θεωρῶν τὸν ἀμηρᾶν οὕτως διαλογιζόμενον καὶ τοὺς ἑτέρους πάντας μεστοὺς φόβου καὶ δειλίας, εἰς τὸ φαινόμενον καὶ αὐτὸς ἐλυπήθη, ἔσωθεν δὲ ἠγάλλετο. Καὶ ἡ αἰτία ἦν, ὅτι αὐτὸς πάντοτε τῷ ἀμηρᾷ ἐν ταῖς βουλαῖς ἔλεγεν, ἵνα μὴ πόλεμον ἐγείρῃ κατὰ τῆς Πόλεως, ὅπως μὴ οἱ δυτικοὶ αὐθένται ἀκούσωσι καὶ συναχθέντες ὁμονοήσωσι καὶ τοὺς Τούρκους ἐξ τῆς Εὐρώπης ἐξώσωσι. Καὶ τότε πάλιν δεικνύων ὡς λυπούμενος ἔλεγε τῷ ἀμηρᾷ· Ἐγὼ ἐξ ἀρχῆς ταῦτα ἐνωτιζόμην περὶ τούτων, πῶς ἔμελλον γενέσθαι καὶ πολλάκις ταῦτά σοι εἴρηκα καὶ οὐκ ἤκουσάς μου. Τὰ νῦν δὲ πάλιν, ἐὰν ἀρεστόν σοι ἔσῃ, ἐκ τῶν ἐντεῦθεν ἀναχωρήσωμεν, καλόν ἐστιν, ἵνα μή τι χεῖρον γένηται. Καὶ ὁ ἀμηρᾶς ἀκούων τοὺς λόγους τούτους, ἡμιθανὴς ἐκ τῆς λύπης 410 καὶ τῆς περιφρονήσεως ἐναπέμεινε, πῶς μετὰ αἰσχύνης τοσαύτης ὡς φεύγων ἀναχω ρήσῃ. 8. Ἰδὼν δὲ αὐτὸν οὕτως ἑστῶτα καὶ διαλογιζόμενον Σογὰν πασίας ὁ δεύτερος βιζήρης αὐτοῦ, ἐσυμβούλευσε τὸν ἀμηρᾶν, ἵνα τὴν μάχην κινήσῃ καθ' ἡμῶν, διὰ τὸ φθονεῖν ἀλλήλως τῷ Ἀλὶ πασίᾳ· κεκρυμμένην γὰρ ἔχθραν εἶχον ἀναμεταξύ. Καὶ οὕτως ἀναθαῤῥύνας αὐτὸν, λέγει· Ἵνα τί, ὦ ἀμηρᾶ, ἕστηκας σκυθρωπὸς καὶ λυπού μενος καὶ τί ἡ δειλία ἡ ἐμπεσοῦσά σοι καὶ τί οἱ ἀναβαίνοντες διαλογισμοὶ ἐπὶ τὴν καρ δίαν σου; Ὁ Θεὸς μετὰ σοῦ ἐστι· μὴ λύπησαι· Οὐχ ὁρᾷς διὰ τοῦ φωτὸς ἐκείνου ση μεῖον, ὅτι τὴν πόλιν ταύτην εἰς χεῖράς σου λήψῃ; Οὐχ ὁρᾷς τοσούτου μυριαριθμήτου λαοῦ τε καὶ στρατοῦ πλῆθος, ὃ ἔχεις, καὶ καλῶς εἶ ἡτοιμασμένος; Καὶ πᾶσα παρα σκευὴ καλὴ καὶ πολλὴ ὑπάρχει σοι. Ὁ στρατὸς τοῦ Μακεδόνος Ἀλεξάνδρου οὐχ ὑπῆρχε ποτὲ τοσοῦτος, ὡς τὸν σόν, οὐδὲ τοσαύτας παρασκευὰς ἐκεῖνος εἶχε· καὶ τὸν κόσμον ἐκυρίευσεν ὅμως. Ἐγὼ μὲν οὐ πιστεύω, οὐκ ἐλπίζω ἐκ τῆς Ἰταλίας ἐνταῦθα στόλον ἐλθεῖν, ὥς τινες λέγουσι καὶ ὁ ἀδελφός μου ὁ Ἀλὶ πασίας εἴρηκε, διότι κα λῶς μὲν οἴδατε, ὅτι ἡ πολυαρχία τῶν Ἰταλῶν αὐθέντων καὶ τῶν λοιπῶν ἑσπερίων ἀνάρχους ποιεῖ αὐτοὺς εἶναι καὶ ἐν αὐτοῖς οὐκ ἔστιν ὁμόνοια. Καὶ ὅταν πάλιν τινὲς αὐτῶν ὁμονοήσωσι μετὰ κόπου καὶ συνηβάσεων πολλῶν, ἐν ὀλίγῳ καιρῷ καὶ οὐκ εἰς μάκρος λύεται ὁ τούτων σύνδεσμος· καὶ ἐν συνδέσμῳ ὄντες εἷς κατὰ τοῦ ἑτέρου περιερ γάζεται, πῶς ἁρπάξαι δυνήσηται τὰ τοῦ ἑτέρου, καὶ ἀλλήλως προσέχονται καὶ φυλά τονται. Πολλὰ μὲν οὖν βουλεύονται καὶ λογίζονται καὶ λέγουσι καὶ ὀλίγα πράττουσι· καὶ ἡ τῆς ἑσπέρας βουλὴ τῷ πρωῒ οὐκ ἀρεστή ἐστι πάλιν αὐτοῖς. Καὶ ὅταν ἡ βουλὴ σταθῇ, ἐν τοῖς ἔργοις χρονίζουσι· καὶ τοῦτο ποιοῦσιν, ἵνα κατὰ τὰς αὐτῶν ὀρέξεις καὶ γνώμας καιρὸν ἐπιτήδειον εὕρωσι. Καὶ ὅταν ἔργον τι ἐπιχειρισθῶσι καὶ ἀρχὴν ποιήσωσιν, οὐδὲν κατορθώνουσι διὰ τὰς ἀσυμφωνίας αὑτῶν. Καὶ μάλιστα τὰ νῦν, κα θὼς γινώσκετε, νέας διαφορὰς ἀναμέσον μέρος τι ἐξ αὐτῶν ἔχουσιν. Ὅμως πάλιν ἐγὼ ἐρῶ, ὅπερ ἐστὶ ἀδύνατον, δι' ἃς αἰτίας εἴρηκα· εἰ στόλος κατὰ ἀλήθειαν ἐκ τῆς Ἰτα λίας ἔλθῃ, τίς ἐξ αὐτῶν ἀνάγκη ἡμῖν, ὅτι οὐδέποτε ἐλεύσεται λαός, ὅσον τὸν ἀριθ μὸν τὸ ἥμισυ τοῦ ἡμετέρου στρατοῦ, ἀλλ' οὔτε τὸ τέταρτον μέρος. ∆ιό, ὦ ἀμηρᾶ ἡμέ τερε αὐθέντα, θάρσει· οὐκ ἀνάγκη ἐστὶ πρὸς τὸ παρὸν φόβον ἔχειν σε εἰ μὴ μόνον ἐκ τοῦ Θεοῦ. Καὶ ἀνδρίζου καὶ ἀγάλλου καὶ ἴσχυε καὶ ἡ τέχνη ἡ τοῦ πυρός, οὐκ ὀκνεῖ σου, σήμερον καὶ αὔριον ἵνα μετὰ τῶν ἐλεβόλεων, ὅσον δυνατόν, τὰ τείχη πλέον τα πεινώσωσιν· Οἱ