ινα σωματικῶν ἐπιθυμῇ· ἐπεὶ τοίνυν καὶ τὸν ̓Ιωσὴφ τὸ λόγιον Κυρίου ἐπύρωσεν, οὐκ ἠ δυνήθη αὐτὸν ὁ πονηρὸς ἐπὶ τῇ δεσποίνῃ πυρῶσαι. 104.20 ̓Απέστειλε βασιλεὺς καὶ ελυσεν αὐτὸν, αρχων λαῶν καὶ ἀφῆκεν αὐτόν ... Οὐκ αλλος ὁ βασιλεὺς, καὶ αλλος ὁ αρχων· ἀλλ' ἀναδιπλώσει χρῆται γραφικῷ εθει, ὡς τό· πορευόμενοι ἐπορεύοντο· τὸν Φαραὼ δὲ λέγει ἐπὶ τὴν τῶν ὀνειράτων ἀπορίαν, οτε καὶ λύεται, καὶ καθίσταται ὁ κύριος· τὴν δὲ ἀπὸ τῆς οἰκονομίας αὐτοῦ δεικνὺς ὠφέ λειαν, ἐπάγει· 104.22 Τοῦ παιδεῦσαι τοὺς αρχοντας αὐ τοῦ ὡς ἑαυτὸν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι. ̓Επίσημος γὰρ διὰ τῆς ἐπίλυσιν τῶν ὀνει ράτων γενόμενος εἰς σύνεσιν, ἐπαιδοτρίβει τοὺς ἐγχειρισθέντας τοῦ ζηλῶσαι αὐτόν· αυ τη, φησὶν, ἡ αἰτία τοῦ εἰσελθεῖν ̓Ισραὴλ εἰς Αιγυπτον, κἀνταῦθα δὲ ἀναδιπλώσει χρῆ ται. 104.23 Καὶ εἰσῆλθεν ̓Ισραὴλ εἰς Αιγυπ τον, καὶ ̓Ιακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ δὲ τὴν Αιγυπτον λέγει· Χὰμ γὰρ ἐγέννησε τὸν Χαναὰν, ὁ δὲ Μεστραῒμ, ος ἑρ μηνεύεται Αιγυπτος· εἰκὸς γὰρ πάππον οντα τοῦ Μεστραῒμ τὸν Χὰμ, ἐν Αἰγύπτῳ οἰκῆ σαι, τοῦ Χαναὰν ἐν Παλαιστίνῃ οἰκήσαντος. Κατελθόντων δὲ οὐκ ἠμέλησε, φησὶν, ἀλλὰ κἀκεὶ αὐτοὺς ηυξησε, καὶ τῆς οἰκείας εὐλο γίας μετέδωκε. -Ει τίς ἐστιν ὡς ἀληθὴς ̓Ιακὼβ, οὐ κατοικεῖ ἐν γῇ Χὰμ ἐκεῖνος, ἀλλ' ἐν αὐτῇ παροικεῖ. 104.24 Καὶ ηυξησε τὸν λαὸν αὐτοῦ σφό δρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχ θροὺς αὐτοῦ. Ωστε λέγειν τὸν Φαραὼ, ος οὐκ ῃδει τὸν ̓Ιωσήφ· ἰδοὺ πολυπληθεῖ νῦν τὸ εθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς, οὐκ αν δὲ αὐξηθέντες ἐ κραταιώθησαν, καὶ μὴ τῆς ̓Ιωσὴφ ετυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως. Χωρὶς γὰρ τῆς ἀρετῆς καὶ γνώσεως, οὐκ αν τις γένοιτο τῶν ἐχθρῶν ἰσχυρότερος. 104.26,27 ̓Εξαπέστειλε Μωσῆν τὸν δοῦ λον αὐτοῦ, ̓Ααρὼν, ον ἐξελέξατο αὐτόν. Εθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐ τοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ. Ηδεσαν Μωσῆς καὶ ̓Ααρὼν μόνοι τοὺς λόγους ων ἐποίησεν ἐν Αἰγύπτῳ, σημείων τε καὶ τεράτων, πῶς τε αὐτὰ ποιήσωσι καὶ τί νος συμβουλῇ. 104.28 Καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Οἱ ἀκούοντες τῶν λόγων τοῦ Θεοῦ, καὶ μὴ ποιοῦντες αὐτοὺς παραπικραίνουσιν τοὺς λόγους αὐτοῦ. 104.29 Μετέστρεψε τὰ υδατα αὐτῶν εἰς αιμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνην, ἀλλὰ καὶ αὐτὴν μετέβαλε τῆς γενέσεως ποι ότητα, ωστε απαντα διαφθαρῆναι τῶν ἰχ θύων τὰ γένη. 104.35 Καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. ̓Ογδόη αὐτὴ πληγὴ πάντα χόρτον Αἰ γύπτιον, καὶ πάντα τὸν καρπὸν τῆς Αἰγύ πτου κατεσθίουσα· καὶ γὰρ τοιαῦτα ην, ὡς τῶν εὐτελεστάτων ζώων ειναι τροφὴ, ἀχρί δων ὡς καὶ βρούχου, τῶν ουτ' ἐν λόγῳ, ουτ' ἐν ἀριθμῷ. Καὶ ὁ ̓Ισραὴλ μέντοι, ἐὰν μὴ κατὰ νόμον Θεοῦ πολιτευόμενος γεωργῇ, ἀκούσε ται· τὰ κατάλοιπα τῆς κάμπης καταφάγε ται ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρού χου κατέφαγεν ἡ ἐρυσίβη. 104.36,37 Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν, καὶ ἐξήγαγεν αὐτούς. Τὴν τῶν πρωτοτόκων πληγὴν ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐκάλει, τῶν Αἰγυπτίων δηλονότι. Οιον γὰρ ἀνταπόδομα ην ἡ πληγὴ αυτη ων εἰς τοὺς ̔Εβραίους καὶ τὰ αρσενα αὐτῶν ἐποίησαν, οτε πονῆσαι αὐτοῖς ὑπὸ τὴν πληνθείαν καὶ τοὺς αλλους παρεσκεύασε πό νους· αὐτὴ γὰρ μόνη ἡ πληγὴ αὐτῶν Αἰγυ πτίων καθίκετο καὶ ἀποστεῖλαι κατήπειξεν. Οθεν ἐπάγει· καὶ ἐξήγαγεν αὐτούς. - ̓Εν τῇ δεκάτῃ μάστιγι πατάσσονται Αἰγυπτίων ῥίζαι καὶ ἀρχαὶ, καὶ πρωτότοκα καὶ ἀπαρ χαὶ πόνων αὐτῶν λέγονται. 104.37 Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ. ̓Εν ἀργυρίῳ καὶ χρυσίῳ, ἀντὶ τοῦ μετ' ἀρ γυρίου καὶ χρυσίου, απερ σύμβολά ἐστιν τῆς εξωθεν σοφίας. 104.39 ∆ιεπέτασε νεφέλην εἰς σκέπην αὐ τοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. ̔Η νεφέλη φύσιν ἁγίαν δηλοῖ, καὶ ὁ στύ λος τοῦ πυρὸς ὁμοίως δύναμιν σημαίνει νοη ράν. 104.40 Καὶ αρτον οὐρανοῦ ἐνέπλησεν αὐ τούς. ̓Εγώ εἰμι ὁ αρτος, ὁ ἀπὸ τοῦ οὐρανοῦ κα ταβὰς, ἐν τοῖς εὐαγγελίοις φησίν. 104.43 Καὶ ἐξήγαγε