ἁγίαις δυνάμεσιν· εἰ δὲ καὶ κατὰ δύναμιν λαμβάνοιτο ἡ ἀρετὴ καὶ ἡ σο φία, καὶ ἐν ταῖς ἀντικειμέναις δυνάμεσιν· εἰ δὲ πὴ μὲν δυνάμει, πὴ δὲ ἐνεργείᾳ, καὶ ἐν ἀνθρώποις ἐστὶν ὁ Θεός· τὸ γὰρ ἀεὶ ἐνεργεῖν κατὰ Θεὸν ἀγγέλων ἐστί· τὸ δὲ μηδέποτε δαιμόνων· τὸ δὲ ποτὲ μὲν καλῶς, ποτὲ δὲ οὐκ ὀρθῶς, ἀνθρώπων ἐστίν. Εὐλόγως δέ τις ἂν ἀποκρίναιτο τὸ, «Ποῦ ἐστιν ὁ Θεός;» ὅτι, Πανταχοῦ πλὴν τῆς ὑμετέρας ψυχῆς. Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ. Ἡ 12.1417 μὲν κατὰ Μωσέα ἐν Ἐξόδῳ σκηνὴ τύπος, οἶ μαι, ταύτης ἦν· ὁ κατὰ Σολομῶντα ναὸς τύπος τοῦ ἀληθινοῦ οἴκου τοῦ Θεοῦ. Ὅτι, φησὶν, ἔτι προκόπτω, καὶ οὔπω τέλειός εἰμι. Σύμβολον δὲ τῆς προκοπῆς ἡ σκηνὴ, θαυμαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ Θεοῦ, τουτέστι τὴν τελειότητα, καθ' ἣν οἰκεῖ μὲν ἔνθα ὁ Θεός. Οἱ δὲ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλ λιώμενοι καὶ ἐξομολογούμενοι. Ἢ τοῦτό φησι· Παρε μυθούμην ἐπὶ τοιαύταις ἐμαυτὸν ἐλπίσιν, «Ἵνα τί, λέγων, περίλυπος εἶ, ἡ ψυχή μου;» Προσεδόκων γὰρ ὡς διαδέξεταί με τὸ μακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω οἶκος αὐτοῦ, εἰς ὃν οἱ ἅγιοι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθή σονται. Εἰ δὲ «χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι,» πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομέ νης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόν των ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ; Ὡς ἐπ' ἀληθέσι δὲ τούτοις εὐχαριστεῖ. «Ἵνα τί περίλυπος;» καὶ τὰ ἑξῆς. Λυπουμένοις οὖν ἑαυτοῖς οὕτως ἐπιπλήττωμεν καὶ συνταρασσομένοις. Ὅτε σωτήριον ὁ Θεὸς ἡμῶν τοῦ προσώπου ἡμῶν ἐστιν, «ἀνακεκαλυμμένῳ προσ ώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα.» ∆ιὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ, κ. τ. ἑ. Ἰορδάνης, κατάβασις· Ἑρμωνιεὶμ, ἀναθεματισμός. Ἔοικεν ἀσχάλλειν καὶ ὀδυνᾶσθαι παρ' ἑαυτῷ, ἀναμιμνησκό μενος τοῦ ἐπὶ τοῦ Ἰησοῦ τοῦ Ναυῆ γεγονότος θαύμα τος ἐν τῷ Ἰορδάνῃ, ὅτε διῃρέθη τὸ ὕδωρ ἄχρις οὗ διῆλθε τὸν ποταμὸν ὁ λαός· καὶ τοῦ κατὰ τὸ παρα κείμενον βραχύτατον ὄρος, ὅτι μὴ τῆς αὐτῆς καὶ οὗ τος τυγχάνει προνοίας ὁποίας κἀκεῖνος. Τάχα δὲ καὶ ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς αὐτὸν διαλεγο μένης. Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος, καὶ νυ κτὸς δηλώσει, κ. τ. ἑ. Ῥαψάκου ποτὲ πολιορ κοῦντος τὴν Ἱερουσαλὴμ, καὶ τὸν τῶν ὅλων ὡς μὴ δυνάμενον αὐτοὺς σῶσαι βλασφημοῦντος Θεὸν, μιᾷ πληγῇ ἐν νυκτὶ ρπεʹ χιλιάδες ἀνῃρέθησαν τῶν σὺν αὐτῷ ὄντων Ἀσσυρίων. Τοῦ Θεοῦ τοίνυν τῇ πρὸ νυ κτὸς ἡμέρᾳ τῷ Ἐζεκίᾳ προειρηκότος· «Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου·» διὰ τὸ ἐν ἡμέρᾳ μὲν γενέσθαι τὴν ὑπόσχεσιν, ἐν νυκτὶ δὲ τὸ ἔργον, φησὶ τὸ, «Ἡμέρας ἐντελεῖται Κύριος,» καὶ τὰ ἑξῆς. Τὸ δὲ, «Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου,» ὅτι οὕτως οὐδὲν εὑρίσκεται μέσον τοῦ τε σοῦ προστάγματος καὶ τῆς ἐμῆς ἀπολαύσεως· ἀλλ' εὐθὺς, φησὶν, εὑρίσκεται ἐν ἐμοὶ εὐχαριστία τῷ Θεῷ ἀναπεμπομένη τῷ τὴν ζωήν μοι χαρισαμένῳ. Καὶ νυκτὸς, φησὶ, καὶ ἡμέρας παρὰ σοῦ χορηγούμε νον τὸν ἔλεον ἐπισταμένως ᾄδω καὶ ὑμνῶ. Τοῦ αὐτοῦ. Τὰ μὲν ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος εἶναι διδάσκει, τοῦτον «ἡμέραν» καλῶν, εἰς 12.1420 ὃν ἐπήγγελται, φησὶν, ὁ Θεὸς τὸν ἔλεον αὐτοῦ εἰς εὐ φροσύνην, ὅτι νὺξ καὶ σκότος ἡ δι' ὕμνων πρὸς Θεὸν ὁμιλία, καὶ ἡ δι' εὐχῶν ἀπότασις. Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ, διὰ τί μου ἐπελάθου; Τί ἵνα σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; κ. τ. ἑ. Οὐ τὸ μὴ θλί βεσθαι ἀξιοῖ ὑπὸ ἐχθροῦ, ἀλλὰ θλιβόμενος μὴ σκυ θρωπάζειν. Τοῦτο γὰρ ἀθλητῇ εὐαρεστουμένῳ καὶ ἐν τοῖς περιστατικοῖς ἁρμόζει. Ἐν δὲ τῷ ἑξῆς ψαλμῷ προτάσσων τὸ, «Ἵνα τί ἀπώσω με;» τοῦ, «Ἵνα τί σκυθρωπάζων πορεύομαι;» ἔοικεν ἐμφαίνειν, ὅτι ἀπω σθέντος ἀπὸ Θεοῦ ἴδιον οὐ τὸ ὑπ' ἐχθροῦ θλίβεσθαι, ἀλλὰ τὸ σκυθρωπάζειν ἐν τῷ θλίβεσθαι. Εἰ μέντοιγε Χριστὸς λέγοι τὸ ἐν τῷ ἑξῆς ψαλμῷ, ὅμοια αὐτῷ λέγει ἐν πνεύματι οὕτως· «Σὺ δὲ ἀπώσω καὶ ἐξου δένωσας, ἀνεβάλου τὸν Χριστόν σου.» Καὶ σκυθρω πάζων πορεύεται λέγων·