De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
Ὀψικίου· ὁ στρατηγὸς τῶν βουκελλαρίων· ὁ στρατηγὸς Καππαδοκίας· ὁ στρατηγὸς Χαρσιανοῦ· ὁ στρατηγὸς Κολωνείας· ὁ στρατηγὸς Παφλαγωνίας· ὁ στρατηγὸς τῆς Θρᾴκης· ὁ στρατηγὸς Μακεδονίας· ὁ στρατηγὸς Χαλδίας. αὗται οὖν αἱ στρατηγίαι τοῖς Ἀνατολικοῖς θέμασιν ἀριθμοῦν 715 ται. αἱ δὲ τῆς δύσεώς εἰσιν αὗται· ὁ στρατηγὸς Πελοποννήσου· ὁ στρατηγὸς Νικοπόλεως· ὁ στρατηγὸς Κιβυῤῥαιωτῶν· ὁ στρατηγὸς Ἑλλάδος· ὁ στρατηγὸς Σικελλίας· ὁ στρατηγὸς Στρυμόνος· ὁ στρατηγὸς Κεφαληνίας· ὁ στρατηγὸς Θεσσαλονίκης· ὁ στρατηγὸς τοῦ ∆υῤῥαχίου· ὁ στρατηγὸς τῆς Σάμου· ὁ στρατηγὸς τοῦ Αἰγαίου πελάγους· ὁ στρατηγὸς ∆αλματίας· ὁ στρατηγὸς Χερσῶνος καὶ οἱ ἐκ προσώπου εἰσὶ τῶν σχολῶν. αἱ δὲ εἰς δομεστίκους ταττόμεναί εἰσι τὸν ἀριθμὸν ζʹ, οἷον ὁ δομέστικος τῶν σχολῶν, ὁ δομέστικος τῶν ἐξσκουβίτων, ὁ δρουγγάριος τοῦ ἀριθμοῦ, ὁ δομέστικος τῶν ἱκανάτων, ὁ δομέστικος τῶν νουμέρων, ὁ δομέστικος τῶν ὀπτιμάτων, ὁ δομέστικος τῶν τειχέων, οἳ καὶ ὀφφικιάλιοι λέγονται. οἱ δὲ εἰς κριτὰς λογιζόμενοί εἰσι τὸν ἀριθμὸν γʹ, οἷον ὁ ἔπαρχος πόλεως, ὁ κυέστωρ, ὁ τοῦ δεήσεως. αἱ δὲ εἰς σέκρετα καθεζόμεναί εἰσι καὶ αὗται τὸν ἀριθμὸν ιαʹ, οἷον ὁ σακελλάριος, ὁ λογοθέτης τοῦ γενικοῦ, ὁ λογοθέτης τοῦ στρατιωτικοῦ, ὁ λογοθέτης τοῦ δρόμου, ὁ χαρτουλάριος τοῦ σακελλίου, ὁ χαρτουλάριος τοῦ βεστιαρίου, ὁ πρωτοασήκρητις, ὁ τοῦ εἰδικοῦ, ὁ μέγας κουράτωρ, ὁ τῶν μαγγάνων, ὁ ὀρφανοτρόφος. αἱ δὲ εἰς δημοκράτας εἰσὶ τὸν ἀριθμὸν δύο, οἷον ὁ δήμαρχος Βενέτων καὶ ὁ δήμαρχος Πρασίνων. αἱ δὲ εἰς στρατάρχας εἰσὶ καὶ αὗται τὸν ἀριθμὸν εʹ, οἷον ὁ ἑταιρειάρχης, ὁ δρουγγάριος τοῦ πλοΐμου, ὁ λογοθέτης τῶν ἀγελῶν, ὁ πρωτοσπαθάριος τῶν βασιλικῶν, ὁ κόμης τοῦ στάβλου. αἱ δὲ εἰς εἰδικὰς μόνας ἀξίας εἰσὶ καὶ αὗται τὸν ἀριθμὸν ζʹ, οἷον ὁ βασι 716 λεοπάτωρ, ὁ ῥαίκτωρ, ὁ σύγκελλος, ὁ χαρτουλάριος τοῦ κανικλείου, ὁ πρωτοστράτωρ, ὁ τῆς καταστάσεως, ὁ δομέστικος τῶν βασιλικῶν. Αἱ δὲ ὑποτεταγμέναι ἑκάστῃ τούτων ἀρχῇ αἱ καὶ συνεπόμεναι. αὐταῖς εἰσιν ἐξ ὀνόματος αὗται. Ὑποπέπτωκεν δὲ ἑκάστῃ τούτων ἀξιωμάτων ἀρχῇ εἴδη ἀξιωμάτων διάφορα κατὰ ἀναλογίαν καὶ τάξιν καὶ τῆς ἑκάστου προελεύσεως, ἃ καὶ αὐτὰ ὀφφίκια ὀνομάζονται. διαιροῦνται δὲ καὶ αὐτὰ εἰς μέρη τρία· εἰς ταγματικοὺς, εἰς θεματικοὺς καὶ εἰς συγκλητικούς. τῷ γὰρ στρατηγῷ τῶν Ἀνατολικῶν ὑποπίπτουσιν κατὰ βαθμὸν εἴδη ἀξιωμάτων ιαʹ, οἷον τουρμάρχαι, μεριάρχαι, κόμης τῆς κόρτης, χαρτουλάριος τοῦ θέματος, δομέστικος τοῦ θέματος, δρουγγάριος τῶν βάνδων, κόμητες ὁμοίως, κένταρχος τῶν σπαθαρίων, κόμης τῆς ἑταιρείας, πρωτοκαγκελλάριος, πρωτομανδάτωρ. τῷ δὲ δομεστίκῳ τῶν σχολῶν ὑποπίπτουσιν κατὰ βαθμὸν εἴδη ἀξιωμάτων ιʹ, οἷον βαθμοῦ πρώτου, τοποτηρητὴς, δύο κόμητες τῶν σχολῶν, χαρτουλάριος, δομέστικοι, προέξημος, προτίκτορες, εὐτυχοφόροι, σκηπτροφόροι, ἀξιωματικοὶ, μανδάτορες. τῷ δὲ στρατηγῷ τῶν Ἀρμενιάκων ὑποπίπτουσι καὶ αὐτῷ εἴδη 717 ἀξιωμάτων κατὰ βαθμὸν, ὅσα καὶ τῷ στρατηγῷ τῶν Ἀνατολικῶν, καὶ καθεξῆς ταῖς λοιπαῖς στρατηγίαις, πλὴν τῶν ἐν πλοΐμοις· προστίθεται γὰρ αὐτοῖς κένταρχοι καὶ πρωτοκάραβοι. τῷ δὲ δομεστίκῳ τῶν ἐξσκουβίτων ὑποτέτακται εἴδη ἀξιωμάτων θʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριοι, σκρίβονες, πρωτομανδάτορες, δρακονάριοι, σκευοφόροι, σιγνοφόροι, σινάτορες καὶ μανδάτορες. τῷ δὲ ὑπάρχῳ τῆς πόλεως ὑποτέτακται εἴδη ἀξιωμάτων ιδʹ, οἷον σύμπονος, λογοθέτης τοῦ πραιτωρίου, κριταὶ τῶν ῥεγεώνων, ἐπισκεπτῆται, πρωτοκαγκελλάριοι, κεντυρίων, ἐπόπται, ἔξαρχοι, γειτονιάρχαι, νομικοὶ, βουλωταὶ, προστάται, καγκελλάριοι, ὁ παραθαλασσίτης. τῷ δὲ σακελλαρίῳ ὑποτέτακται τὰ ὀφφίκια πάντα διὰ τὸ ἐν ἑκάστῳ σεκρέτῳ τὴν ἐπισκοπὴν τῶν ἐκεῖσε πραττομένων διὰ τῆς καταγραφῆς τοῦ οἰκείου νοταρίου ποιεῖσθαι. τῷ δὲ λογοθέτῃ τοῦ γενικοῦ ὑποτέτακται εἴδη ἀξιωμάτων κατὰ βαθμὸν ιβʹ, οἷον χαρτουλάριοι μεγάλοι τοῦ σεκρέτου, χαρτουλάριοι τῶν ἀρκλῶν, ἐπόπται τῶν θεμάτων, κόμητες ὑδάτων, ὁ κιστικὸς κουμερκιάριοι, ὁ τῆς κουρατωρίας, ὁ κόμης τῆς λαμίας, διοικηταὶ, κομεντιανὸς, πρωτοκαγκελλάριος, καγκελλάριοι. τῷ δὲ κυέστωρι ὑποτέτακται εἴδη ἀξιωμάτων ἓξ, οἷον 718 ἀντιγραφεῖς, σκρίβας, σκέπτωρ, λιβελίσιος, πρωτοκαγκελλάριος, καγκελλάριοι. τῷ δὲ λογοθέτῃ τοῦ στρατιωτικοῦ ὑποτέτακται εἴδη ἀξιωμάτων ζʹ, οἷον χαρτουλάριοι τοῦ σεκρέτου, χαρτουλάριοι τῶν θεμάτων, χαρτουλάριοι τῶν ταγμάτων, λεγατάριοι, ὀπτίονες, πρωτοκαγκελλάριος, μανδάτορες. τῷ δὲ δρουγγαρίῳ τοῦ ἀριθμοῦ ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, ἀκόλουθος, κόμητες,