Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τούτου γὰρ λόγοι καὶ βουλὴ τῷ ἀμηρᾷ πλεῖστα ἤρεσκον καὶ χαρίεις ἐναπέμεινε καὶ ἀναψυχὴν ἐκ τῆς λύπης ἔλαβε. Καὶ προστάξας λέγει· Ἀναθεώρησον τὸν στρατὸν ἐν τῇ νυκτὶ ταύτῃ καὶ γνώρισον αὐτούς, ἐν τίνι γνώμῃ εἰσίν. Αὐτὸς δὲ ποιήσας τὸ προσταχθὲν καὶ ἐλθὼν λέγει· Εἶδον τὸν στρατὸν καὶ ἐγνώρισα· το 412 σοῦτός ἐστιν ὁ στρατός, ὅτι μάχου μετὰ χαρᾶς καὶ ἡ νίκη ἡμετέρα ἐστίν. Ἀπεκρίθη οὖν ὁ ἀμηρᾶς καὶ εἶπε· Λοιπόν, ὦ Σογάν, ἀρεστόν σοί ἐστιν, ἵνα καὶ ἡμεῖς τὰ νῦν τὴν τύχην γνωρίσωμεν, εἰ ἀρεστὸν αὐτῇ ἐστι καὶ βοηθήσῃ ἡμῖν ὡς καὶ ἑτέροις πολλοῖς. Στεῖλον οὖν ἐπὶ τὸν Γαλατᾶν φυλακήν τινα, ἵνα μὴ λαθραίως ἐξ αὐτοῦ περάσωσι καὶ τῇ πόλει βοηθήσωσιν. 9. Ἀκούσας δὲ ταῦτα ὁ Ἀλὶ πασίας ἐλυπήθη λίαν καὶ αἰσχυνθείς, ὅτι ὑπερί-σχυσαν οἱ λόγοι τοῦ Σογὰν πασία καὶ ἐκ τοῦ φθόνου ἤθελεν, εἰ δυνατόν, ποιῆσαι μηχανήν, ἵνα οὐδὲν πράξωσι κατὰ τῆς πόλεως. Ἐμήνυσε τῷ βασιλεῖ τὰ συμβάντα καὶ παραίνει αὐτὸν μὴ φοβεῖσθαι, διότι ἐν τοῖς πολέμοις ἄδηλος ἡ τύχη ἐστὶ πολλάκις· καὶ διὰ τοῦτο οἱ φύλακες φυλάττουσιν ἀγρύπνως. Ἦν δὲ τοῦτο τῇ ἑβδόμῃ καὶ εἰκο στῇ τοῦ Μαΐου ἑσπέρα, ὁ δὲ ἀμηρᾶς προστάξας δι' ὅλης ἐκείνης τῆς νυκτὸς καὶ τῆς ἐπιούσης ἡμέρας φῶτα καὶ φανοὺς ποιήσωσι καὶ νήστεις δι' ὅλης τῆς ἡμέρας διατε λέσωσι καὶ ἑπτάκις λουσθῶσι καὶ τοῦ Θεοῦ νήστεις καὶ καθαροὶ δεηθῶσιν, ὅπως τὴν πόλιν νικήσωσιν, ὃ καὶ ἐγένετο. 10. Τῇ δὲ δευτέρᾳ ἑσπέρας ἐπὶ τὴν ἡλίου δύσιν μετὰ τὸ δειπνῆσαι αὐτοὺς ὁ ἀμηρᾶς σταθεὶς δημηγορῶν ταῦτα ἔφη· Ὡς τέκνα φίλτατα ἐκ Θεοῦ καὶ τοῦ αὐτοῦ προφήτου Μωάμεθ καὶ ἐμοῦ τοῦ δούλου αὐτοῦ, δέομαι καὶ παρακαλῶ ὑμᾶς, ἵνα ἐπὶ τὴν αὔριον ἄξιον ἔργον μνήμης αἰωνίου ποιήσατε, ὡς καὶ οἱ πρὸ ἡμῶν πανταχοῦ ἕως τοῦ νῦν, ὡς δῆλόν ἐστιν, ἐποίησαν, καὶ μετὰ προθυμίας λοιπὸν καὶ γενναιότητος καὶ μεγαλοψυχίας τοὺς τοίχους ἄνωθεν μετὰ τῶν κλιμάκων ὡς πτερωτοὶ διέλθατε· καὶ τὴν φήμην, ἣν οἱ πρὸ ἡμῶν, ὡς εἴπομεν, ἐκέρδησαν καὶ ὁ Θεὸς ἐχαρίσατο, μὴ γένοιτο, ἵνα ἡμεῖς ἀπολέσωμεν αὐτήν, ἀλλὰ μάλιστα νῦν ἡ ὥρα ἤγγικεν, ἵνα αὐτὴν πολλυπλα σίως αὐξήσωμεν. Καὶ ἑτέρους πολλοὺς λόγους στρατιωτικοὺς εἰπὼν αὐτοῖς, διέγειρε τούτους εἰς μεγαλοψυχίαν, ἵνα γενναίως πράξωσιν. Εἶπε πάλιν αὐτοῖς· Εἰ καί τις ἐξ ὑμῶν ἀποκτανθῇ, ὡς ἔθος ἐστὶν ἐν τοῖς πολέμοις, γεγραμμένον ἐστὶν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, ὡς καλῶς οἴδατε, ἐν τῷ ἡμετέρῳ κορᾶν παρὰ τοῦ προφήτου ἡμῶν λέγοντος, ὅτι ὁ ἀποθανὼν ἐν καιρῷ τοιούτῳ ὁλόσωμος ἐν τῷ παραδείσῳ μετὰ τοῦ Μωάμεθ' ἀρι στήσει καὶ πιεῖ· καὶ σὺν γυναιξὶ καὶ παιδαρίοις ὡραίοις καὶ παρθένοις ἐν τόπῳ χλοε ρῷ καὶ μυρισμένῳ ἄνθεσιν ἀναπαυθήσεται καὶ ἐν λουτροῖς ὡραίοις λουσθήσεται· καὶ ἐν ἐκείνῳ τῷ τόπῳ ἐκ τοῦ Θεοῦ ἕξει ταῦτα. Ἐνταῦθα δὲ πάλιν πᾶς ὁ ἐμὸς στρατὸς καὶ ἄρχοντες τῆς αὐλῆς μου, ἐὰν νικήσωμεν, παρ' ἐμοῦ ἀπὸ τοῦ νῦν ἄχρι τέλους ζωῆς αὐτῶν ἕξουσι τὸν μισθὸν ἕκαστος τούτων διπλάσιον, οὗ τὰ νῦν ἔχουσι. Καὶ ἡμέραις 414 τρισὶν ἡ πόλις πᾶσα ὑμῶν ἔσεται· καί, εἴ τι δ' ἂν σκυλεύσητε καὶ εὕρητε, χρυσίον ἢ ἀργύριον σκεῦος καὶ ἱματισμόν, αἰχμαλώτους τε ἄνδρας καὶ γυναῖκας, μικρούς τε καὶ μεγάλους, οὐδεὶς δυνηθείη αὐτοὺς ὑμῖν αἰτῆσαι ἢ ἐνοχλῆσαι εἰς οὐδέν. Καὶ τελειώ σας τοῦ λέγειν ὤμοσεν αὐτοῖς φυλάξαι, τὰ ὅσα διετάξατο αὐτοῖς. Οἱ δὲ ἀκούσαντες, ἐχάρησαν λίαν, καὶ ἐν μιᾷ φωνῇ πάντες ἀλαλάξαντες, εἶπον κατὰ τὴν ἐκείνων γλῶτταν· Ἀλλά, ἀλλά, Μεεμέτη ῥεσοὺλ ἀλλά, τούτ' ἔστιν ὁ θεὸς τῶν θεῶν καὶ ὁ Μαχού μετ ὁ προφήτης αὐτοῦ. Ἀκούσαντες δὲ ἡμεῖς ἐν τῇ πόλει τὴν τοσαύτην κραυγὴν ὡσεὶ ἦχον μέγαν θαλάσης, ἐλογιζόμεθα τί ἄρα ἦν ἡ κραυγή. VIII.Μετ' ὀλίγον, ὡς ἠκούσαμεν τῆς κραυγῆς, ἐμάθομεν βεβαίως, ὅτι ἐν ἀλη θείᾳ ἐπὶ τὴν αὔριον ὁ ἀμηρᾶς ἡτοίμασε χερσαῖόν τε καὶ ὑδραῖον πόλεμον σφοδρῶς, ὅσον αὐτῷ ἦν δυνατόν, δῶσαι τῇ πόλει. Ἡμεῖς δὲ θεωροῦντες τοσοῦτον πλῆθος τῶν ἀσεβῶν, λέγω, ὡς ἐμοῖ δοκεῖ, ὄντως ἀντὶ ἑνὸς ἐξ ἡμῶν πλεῖον ἢ πεντακόσιοι ἦσαν ἐξ αὐτῶν, ἡμεῖς δὲ εἰς τὴν ἄνω πρόνοιαν πάσας ἡμῶν τὰς ἐλπίδας ἀνεθέμεθα. 2. Καὶ προστάξας ὁ βασιλεύς, ἵνα μετὰ τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων