τὸν λαὸν αὐτοῦ ἐν ἀγαλ λιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφρο σύνῃ. Εἰ ὁ λαὸς ἐξῆλθεν ἐν ἀγαλλιάσει, οἱ δὲ ἐ κλεκτοὶ αὐτοῦ ἐν εὐφροσύνῃ τῆς ἀγαλλιά σεως, ἐπεὶ καὶ μείζονες οἱ ἐκλεκτοὶ τοῦ λαοῦ. 104.44 Καὶ πόνους λαῶν ἐκληρονόμησαν. Νῦν τὸ ἀποτέλεσμα πόνου, πόνον ὠνόμα σεν. 104.45 Καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν. Εἰ ὁ νόμος πνευματικός ἐστι, χρῄζει πρὸς τὸ γνῶναι καὶ ζητῆσαι αὐτόν. 105.1 ̓Εξομολογεῖσθε τῷ Κυρίῳ, οτι χρησ τός. ̓Επεὶ τὸ κυρίως ἐξομολογεῖσθαι τοῦ μη κέτι ἁμαρτάνοντός ἐστι, διὰ τοῦτο ὡς μὴ ἀ κούουσιν ἡμῖν τὸ ἐξομολογεῖσθαι· ἁμαρτά νομεν γὰρ συνεχέστερον. Λέγεται τὸ ἐξομο λογεῖσθαι τῷ Κυρίῳ η τοῖς ἀπογινώσκουσι διὰ τὰ πολλὰ ἡμαρτηκέναι, περὶ σωτηρίας ταῦτα λέγεται. Ειτα ἐπάγει· 105.2 Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυ ρίου; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Τὸ Τίς ἐνταῦθα, οὐ τὸ ἀδύνατον, ἀλλὰ τὸ σπάνιον δηλοῖ· εστι δ' οτε καὶ τὸ ἀδύνατον δηλοῖ σημαίνειν, ὡς τό· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; - ̔Ωσεὶ ελεγε· Τίς δύναται ἀξίως τὴν τοσαύτην ἀγαθότητα διηγήσασ θαι; ̔Εκάστη γὰρ πρᾶξις τοῦ Κυρίου αἰνέ σεως γέμει. - Η τάχα μὲν αἱ δυναστεῖαι τὰ θαυμάσια περιέχουσι· τὰ δὲ χαρίσματα τῶν ἰαμάτων τὰς αἰνέσεις αὐτοῦ· οσα γὰρ ὑπὲρ φύσιν ποιεῖ θνητὴν, δυναστεῖαι τοῦ Κυρίου εἰσίν. ̓Αλλ' ἐπεὶ, φησὶ, τὸ ὑμνεῖν αὐτὸν ἀ ξίως οὐκ εστι, ἐκεῖνοι μακάριοι, οσοι δι' αὐ τὸν τὰ τῆς δικαιοσύνης εργα ἐπιτάττουσι· γίνεται γὰρ τούτων ὁ βίος υμνος τῷ Θεῷ· ουτοι γὰρ μόνοι αξιοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ κρίσει πάντα ποιοῦντες καὶ λελογισμένως· ουτοι καὶ ποιηταὶ δικαιοσύ νης εἰσίν. 105.3 Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. ̓Εφ' ἑκάστης ἀρετῆς τό· ἐν παντὶ καιρῷ, λεκτέον, ποιοῦντες τὴν σωφροσύνην, ποιοῦν τες ἀνδρείαν, ποιοῦντες ἀγάπην, μακροθυ μίαν ἐν παντὶ καιρῷ, καὶ ἐπὶ τῶν αλλων ὡσ αύτως. 105.5 Τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονο μίας σου. Ουτος ἐπαινετὸς ὁ κληρονομήσας τὴν φύ σιν τὴν τοῦ Θεοῦ· ἐν τῷ Κυρίῳ ἐπαινηθήσε ται ἡ ψυχή μου, τουτέστιν ἐν δικαιοσύνῃ, καὶ ἐν σοφίᾳ, καὶ ἐν γνώσει, καὶ ἐν ἀγάπῃ· ταῦτα ἡμῶν κατ' επαινον ὀνομάζεται. 105.7 Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συ νῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθη σαν τοῦ πλήθους τοῦ ἐλέους σου. Ορα εἰ μὴ βέλτιόν ἐστι τοῦ ἰδόντος τὰ ἐν Αἰγύπτῳ θαύματα, καὶ μὴ νοήσαντος τὸν περὶ αὐτῶν λόγον, ὁ μὴ ἑωρακὼς μὲν αὐτὰ, συνιεὶς δέ. ̓Ενταῦθα ἀπὸ τοῦ τόπου τὴν κα τηγορίαν συνίστη· οὐ γὰρ δὲ χρόνος διέλει πε πολὺς, καὶ τῶν εὐεργεσιῶν τοῦ τόπου εὐ θέως ἀμνημονήσαντες, τῶν οἰκείων τρόπων πάλιν κέχρηται. Θεασάμενοι γὰρ τοὺς Αἰ γυπτίους διώκοντας, Μωσῇ κατεβόων· Πα ρὰ τὸ μὴ εχειν μνήματα ἐν γῇ Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ; καὶ τὰ ἑξῆς. ̓Αλλ' ομως καὶ ἀγνώμονας φα νέντας τῆς σωτηρίας ἠξίωσας. 105.8 Καὶ εσωσεν αὐτοὺς ενεκεν τοῦ ὀνό ματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ. Εὐκολίαν δεδήλωκεν τῇ τῆς ἐρήμου πε ριβολῇ. 105.9 Καὶ ἐπετίμησε τῇ ἐρυθρᾷ θαλάσ σῃ. Καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Χριστὸς ἐπετί μησεν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ἐγέ νετο γαλήνη μεγάλη. 105.12 Καὶ ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, καὶ ῃνεσαν τὴν αινεσιν αὐτοῦ. Τοῦτο ἀναφέρεται εἰς τό· ἐπίστευσαν τῷ Θεῷ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ· τὸ δὲ ἑξῆς εἰς τὴν ἐν ἐξόδῳ ᾠδήν· ουτως ουν ην, φησὶν, ὑπερβάλλον τὸ θαῦμα ὡς ἡττηθῆναι αὐλῶν τὴν ἀπιστίαν, καὶ ακοντας εἰς υμνον τοῦ θαυματουργήσαντος τραπῆναι, καὶ θαυ μάσαι τὴν αινεσιν ἐκείνην, καὶ ᾳσαι· Ασω μεν τῷ Κυρίῳ. Σημειωτέον, οτι ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ, λέγουσαι· Ασω μεν κτλ. Ειτα ἐπιφέρει· 105.13,14 ̓Ετάχυναν, ἐπελάθοντο τῶν εργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐ τοῦ, καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. ∆ι' ἀγαθότητα γὰρ τοῦ Θεοῦ προστεθέν των καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, πα ραχρῆμα μὲν πιστεύσαντες ῃσαν αὐτῷ τὴν ᾠδὴν ἐν ̓Εξόδῳ κειμένην, ειτα πάντα πα ρέδωκεν λήθῃ. Ουτω, φησὶν, ὀξεῖα ωφθη τοῦ θαύματος ἡ λήθη, ὡς δοκεῖ μηδὲ γεγενῆσ θαι. Τίς ἡ ἀπόδειξις; ἠβουλήθη, φησὶν,