«Περίλυπός ἐστιν ἡ ψυχή μου.» Ἢ ἐπαπορητικῶς Χριστὸς λέγει, οἱονεὶ τοι οῦτον ἐμφαίνων· Τί ἀνύεται ἄξιον τοῦ, ἀπωσθέντα με ὑπὲρ σωτηρίας ἀνθρώπων, ἀπὸ σοῦ σκυθρωπά ζοντα πορεύεσθαι, ἐκθλίβοντος ἐχθροῦ; Ἐν τῷ λέγειν αὐτούς μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἔστιν ὁ Θεός σου; κ. τ. ἑ. Τάχα τὸν ἅγιον λυπεῖ τὸ, «ποῦ,» ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ τόπου σημαντικόν. Τῆς ἐσχάτης δὲ ἀγνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν· ὄγκῳ γὰρ συνυφίστα ται τόπος· ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. ΨΑΛΜΟΣ ΜΒʹ. Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, κ. τ. ἑ. Καὶ ὁ Χριστὸς κριθῆναι ἀξιοῖ ἀπὸ Θεοῦ· πρὸς ὃν οἶμαι τὸ, «Νι κήσεις ἐν τῷ κρίνεσθαί σε.» Ὁ ἐφ' ἑαυτῷ θαῤῥῶν καὶ πεπεισμένος ἠδικημένος μηδέποτε ἑαυτὸν ἐκδι κηκέναι, ἀλλὰ τόπον τῇ ὀργῇ δεδωκέναι, ταῦτα ἐρεῖ· «Ἐξ ἔθνους οὐχ ὁσίου,» καὶ τὰ ἑξῆς. Εἰ μὲν ὁ Σω τὴρ λέγει, ἔθνος οὐχ ὅσιον Ἰουδαῖοι· εἰ δὲ ὁ δίκαιος, περὶ ἀντικειμένων λέγει δυνάμεων. Ῥύεται δὲ ὁ Θεὸς ἀπὸ ἀνδρὸς ἀδίκου καὶ δολίου, ὅτε οὐ βλάπτεταί τις ὑπ' αὐτῶν. Τὸ, «Ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με,» περὶ ἑκάστου δολοῦντος τὸν λόγον τοῦ Θεοῦ, καὶ ἀδίκου προσποιουμένου τὰ τῆς πίστεως. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου, κ. τ. ἑ. «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» φησὶν ὁ Σωτήρ· καὶ πάλιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἐνταῦθα τὸν χρόνον ἐνήλλαξαν οἱ Ἑβδομήκοντα, καὶ ὡς γεγενη μένα εἰρήκασι τὰ ἐσόμενα. Οἱ δὲ ἄλλοι σαφέστερον εἰρήκασιν· «Ἀπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλή θειάν σου, ἅτινα ὁδηγήσει καὶ ἄξει ἡμᾶς εἰς τὸ ὄρος τὸ ἅγιόν σου καὶ εἰς τὰ σκηνώματά σου.» Σκηνώματα δὲ τὸν ναὸν προσηγόρευσεν· ὄρος δὲ λέγει τὴν Σιὼν, εἰς ὃ ἐπανελθεῖν ἀξιοῖ θείας τυχὼν τῆς εὐμενείας. 12.1421 Φῶς δὲ καὶ ἀλήθειαν τὴν δικαίαν καὶ σωτήριον ἐπι φάνειαν λέγει, ὥσπερ σκότος τὰς συμφοράς. Τοῦ αὐτοῦ. Τὸ ἐξαπεσταλμένον ἐπὶ τὴν Ἰησοῦ ψυχὴν φῶς Θεοῦ, καὶ ἀλήθεια αὐτοῦ ὁ Μονογενής ἐστιν. Ὅτι γὰρ ἔχομεν ἀρχιερέα μέγαν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδυμένον, δηλώσει μὲν τὸ ἐξαποσταλὲν ἐπ' αὐτὸν φῶς τοῦ Θεοῦ· ἀλήθειαν δὲ, οὐ τύπον, διδάσκει ἡ προκειμένη λέξις. Ἅτινα, αὐτὸν ὁδηγήσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Τάχα δὲ «ὄρος ἅγιον» τοῦ Θεοῦ ἡ οἰκία τοῦ Πατρός ἐστι· «σκηνώματα» δὲ αὐτοῦ αἱ πολλαὶ ἐν αὐτῇ μο ναί. Ἢ «τὰ σκηνώματα,» αὐτοῦ αἰώνιοι σκηναί. Ζητήσεις δὲ πότερον εἰ ἐν τῷ ἁγίῳ ὄρει τὰ σκηνώ ματά ἐστι, καὶ τίνα ταῦτα· εἰ τὰ πρὸς αὐτὸν τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητα αὐτοῦ. Οὐ γὰρ εἶχε παλαιότητα. Καὶ τὸ, «Ἐνδυσάμενοι δὲ τὸν νέον,» διὰ ταύτην τὴν νεότητα εἴρηται. Καὶ τῶν τοιούτων νέων ἐστὶν ἡ ἑορτή. Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν ἐστι Θεοῦ ὁ Χριστός· σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατ οικεῖ. Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, «Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ·» μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι. Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου ὁ Θεός μου, κ. τ. ἑ. Ἡ ψυχὴ δεῖται ὑπομνήσεως τῆς, «Ἔλπισον ἐπὶ τὸν Θεόν.» Σωτήριον δὲ τοῦ προσώπου ἀνα κεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μετα μορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν. ΨΑΛΜΟΣ ΜΓʹ. Ὁ Θεὸς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέ ρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἀπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παρα λαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἑξῆς διὰ τὸ, «Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι.» Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν. Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, κ. τ. ἑ. Κακίαν μὲν καὶ ἀγνωσίαν ἐξολοθρεύει