1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

89

πάντα ὑπὸ τοῦ κοινοῦ τῶν ἀνθρώπων ἀλάστορος. Σαβεὶρ δὲ πάλιν τὴν τῷ Θεῷ ἀνακειμένην καλεῖ γῆν· Ἀπα δανὸν δὲ τόπον τινὰ οὕτως ὠνομασμένον, οὐ πόῤῥω 81.1533 τῶν Ἱεροσολύμων διακείμενον· ἐκεῖ γὰρ δέξεται τὸν ὄλεθρον. "Ἥξει γὰρ, φησὶν, ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν." Ἐκεῖνος γὰρ ὁ τοιαῦτα καὶ τοσαῦτα τετολμηκὼς, καὶ τοσούτῳ φρονήματι χρησάμενος, ἐξαίφνης δέξεται τὴν τιμωρίαν, οὐδενὸς αὐτὸν δυναμένου ταύτης ἐλευθερῶσαι. Τοῦτο δὲ καὶ ὁ μακάριος σαφῶς λέγει Παῦλος· "Ὃν ὁ Κύριος, φησὶν, ἀναλώσει τῷ λόγῳ τοῦ στόματος αὑτοῦ." Καί· "Τῷ Πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ." ΚΕΦΑΛ. ΙΒʹ. αʹ. "Καὶ ἐν τῷ καιρῷ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἐφεστηκὼς τοῖς υἱοῖς τοῦ λαοῦ σου." Ὁ γὰρ, φησὶ, τὴν ὑμετέραν κηδεμονίαν πεπιστευμένος ἀρχάγγελος, εἰς ἐπικουρίαν τῶν τηνι καῦτα πολεμουμένων ἀναστήσεται. Καὶ τοῦτο δὲ δι' ἑτέρας ἑρμηνείας δῆλον τοῖς ἀγνοοῦσι γενήσεται· διὰ γὰρ Μαλαχίου τοῦ προφήτου φησὶν ὁ Θεὸς πρὸς τοὺς Ἰουδαίους· "Ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαντὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὑτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην." ∆ιδάσκει δὲ ἡμᾶς ὅτι, τοῦ Ἀντιχρίστου ἐκεῖνα τολμῶντος, φανήσεται ὁ μέγας Ἠλίας, κηρύττων Ἰουδαίοις τὴν τοῦ Κυρίου παρουσίαν, καὶ πολλοὺς ἐπι στρέψει· τοῦτο γὰρ λέγει τὸ, "Ἀποκαταστήσει καρ δίαν πατρὸς πρὸς υἱὸν," τουτέστι, τοῖς ἐξ ἐθνῶν πεπιστευκόσι τοὺς Ἰουδαίους· τούτους γὰρ ἐκάλεσε πατέρας, ὡς πρεσβυτέρους κατὰ τὴν γνῶσιν. ∆ιὰ τοῦτο οὐκ εἶπεν· Ἀποκαταστήσει καρδίαν υἱοῦ πρὸς πατέρα· ἀλλὰ, "Καρδίαν πατρὸς πρὸς υἱόν·" τὸν γὰρ Ἰουδαῖον πιστεύσαντα συνάψει τῇ Ἐκκλησίᾳ· καὶ ἐπειδὴ κατὰ μὲν τὴν γνῶσιν ὁ Ἰουδαῖος πρε σβύτερος, μία δὲ καὶ τούτων κἀκείνων ἡ φύσις, εἰκότως ἐπήγαγε· "Καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὑτοῦ," διδάσκων, ὅτι μία μὲν τούτων κἀ κείνων ἡ φύσις, ἡ δὲ θεογνωσία Ἰουδαίοις πρότερον ἐδόθη. Ἀπιστήσαντες δὲ, ἔσχατοι ἀπεδείχθησαν· πι στεύσαντες δὲ διὰ τῶν τοῦ μεγάλου Ἠλιοῦ κηρυγμά των, καὶ τοῖς τὴν πεμφθεῖσαν αὐτοῖς σωτηρίαν ἁρπάσασι συναφθέντες ἔθνεσιν, εἰς μίαν τελέσουσιν Ἐκκλησίαν. Τοῦτο καὶ ἐνταῦθα αἰνίττεται, ὅτι τού των γινομένων ὑπὸ τοῦ Ἀντιχρίστου, ὁ ἅγιος Μιχαὴλ ὁ ἀρχάγγελος πάντα πραγματεύσεται, ὥστε τὸν Ἠλίαν ἀφικέσθαι καὶ προμηνύσαι τοῦ ∆εσπότου τὴν παρουσίαν, ἵνα τῆς σωτηρίας τύχωσιν οἱ τηνι καῦτα Ἰουδαῖοι. Εἶτα διηγούμενος τὴν ὑπερβολὴν τῶν κακῶν, ὧν ὁ δυσσεβὴς ἐκεῖνος διαπράξεται, φησί· "Καὶ ἔσται καιρὸς θλίψεως, οἵα οὐ γέγονεν ἀφ' οὗ γέγονε τὸ ἔθνος ἐπὶ τῆς γῆς, καὶ ἕως τοῦ καιροῦ ἐκείνου." Τοῦτο δὲ καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐ αγγελίοις ἔφη. "Ἔσται γὰρ, φησὶ, θλίψις, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδὲ μὴ γένηται· καὶ 81.1536 εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτούς μου κολοβώσω τὰς ἡμέρας ἐκείνας." Συμφωνεῖ τοίνυν τὰ προφη τικὰ τοῖς εὐαγγελικοῖς θεσπίσμασι. Τούτοις ἐπάγει· "Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ." Ἀντὶ τοῦ, οἱ τῆς σωτηρίας ἄξιοι, οἱ τῷ κηρύγματι τοῦ Ἠλία ὑπακουσόμενοι, οὓς ἄνωθεν καὶ ἐξ ἀρχῆς προ γινώσκει· τὴν γὰρ τοῦ Θεοῦ γνῶσιν βίβλον ὠνόμασε. βʹ. "Καὶ πολλοὶ, φησὶ, τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώ νιον." Εἰπάτωσαν οἱ τῷ Ἀντιόχῳ ταῦτα προσαρ μόττειν ἐπιχειροῦντες, τίνες ἀνέστησαν ἐπ' ἐκείνου, καὶ οἱ μὲν ζωῆς ἐτύγχανον αἰωνίου, οἱ δὲ ὀνειδι σμὸν καὶ αἰσχύνην αἰώνιον ἐκαρπώσαντο. Εἰ δὲ τοὺς Μακκαβαίους εἴποιεν διὰ τούτων δηλοῦσθαι ἐκ τῶν σπηλαίων ἐξιόντας, μείζονα ὀφλήσουσι γέλωτα· εὑ ρεθήσονται γὰρ οἱ αὐτοὶ καὶ εὐσεβείας ἐρασταὶ, καὶ ἀσεβείας ἐργάται· ἡ γὰρ προφητεία φησί· "Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον." Ὥστε εἰ εἰς τοὺς