De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κένταρχοι, βανδοφόροι, λαβουρίσιοι, σημειοφόροι, δουκινιάτορες, μανδάτορες. τῷ δὲ δρουγγαρίῳ τῶν πλοΐμων ὑποτέτακται εἴδη ἀξιωμάτων ζʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, πρωτομανδάτωρ, κόμητες, κένταρχοι, κόμητες τῆς ἑταιρείας, μανδάτορες. τῷ δὲ λογοθέτῃ τοῦ δρόμου ὑποτέτακται εἴδη ἀξιωμάτων ζʹ, οἷον πρωτονοτάριος τοῦ δρόμου, χαρτουλάριοι τοῦ δρόμου, ἐπισκεπτῆται, ἑρμηνευταὶ, ὁ κουράτωρ τοῦ ἀποκρισιαριείου, διατρέχοντες, μανδάτορες. τῷ δὲ πρωτοσπαθαρίῳ τῶν βασιλικῶν ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον δομέστικος τῶν βασιλικῶν, σπαθάριοι τοῦ σπαθαρικίου, ἤτοι τοῦ ἱπποδρόμου, κανδιδάτοι ὁμοίως, καὶ βασιλικοὶ μανδάτορες. τῷ δὲ λογοθέτῃ τῶν ἀγελῶν ὑποτέτακται εἴδη ἀξιωμάτων, οἷον ὁ πρωτονοτάριος Ἀσίας, ὁ πρωτονοτάριος Φρυγίας, διοικηταὶ τῶν μητάτων, κόμητες, ἐπισκεπτῆται. τῷ δὲ δομεστίκῳ τῶν ἱκανάτων ὑποτέτακται εἴδη ἀξιωμάτων θʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, 719 κόμητες, πρωτομανδάτωρ, κένταρχοι, βανδοφόροι, δουκινιάτορες, σημειοφόροι, μανδάτορες. τῷ δὲ δομεστίκῳ τῶν νουμέρων ὑποτέτακται εἴδη ἀξιωμάτων ἓξ, οἷον τοποτηρηταὶ, χαρτουλάριοι τριβοῦνοι, πρωτομανδάτωρ, βικάριοι, μανδάτορες, πορτάριοι. τῷ δὲ δομεστίκῳ τῶν ὀπτιμάτων ὑποτέτακται εἴδη ἀξιωμάτων εʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, κόμητες, κένταρχοι, πρωτοκαγκελλάριος. τῷ δὲ δομεστίκῳ τῶν τειχέων ὑποτέτακται εἴδη ἀξιωμάτων ϛʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριοι τριβοῦνοι, πρωτομανδάτωρ, βικάριοι, μανδάτορες, πορτάριοι. τῷ δὲ χαρτουλαρίῳ τοῦ σακελλίου ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον νοτάριοι βασιλικοὶ τοῦ σεκρέτου, πρωτονοτάριοι τῶν θεμάτων, ξενοδόχοι, ὁ ζυγοστάτης, μετρηταὶ, γηροκόμοι, χαρτουλάριοι τῶν οἴκων, πρωτοκαγκελλάριος, καγκελλάριοι καὶ ὁ δομέστικος τῆς θυμέλης. τῷ δὲ χαρτουλαρίῳ τοῦ βεστιαρίου ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον βασιλικοὶ νοτάριοι τοῦ σεκρέτου, κένταρχος, λεγατάριος, ἄρχων τῆς χαραγῆς, ἐξαρτιστὴς, χαρτουλάριος, κουράτορες, χοσβαῆται, πρωτομανδάτορες. τῷ δὲ χαρτουλαρίῳ τοῦ κανικλείου οὐδὲν ὑποπέπτωκε διὰ τὸ καθ' ἑαυτὸν μόνον ὑπηρετεῖν. τῷ δὲ πρωτοστράτορι ὑποτέτακται εἴδη ἀξιωμάτων γʹ, οἷον στράτωρες, ἀρμοφύλακες καὶ σταβλοκόμητες. τῷ δὲ πρωτοασήκρητις ὑποπέπτωκεν εἴδη ἀξιωμάτων γʹ, οἷον ἀσηκρῆται, νοτάριοι βασιλικοὶ, ὁ δεκανός. τῷ δὲ κόμητι τοῦ στά 720 βλου ὑποτέτακται εἴδη ἀξιωμάτων ***. τῷ δὲ ἐπὶ τοῦ εἰδικοῦ λόγου ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον βασιλικοὶ νοτάριοι τοῦ σεκρέτου, ἄρχοντες τῶν ἐργοδοσίων, ἑβδομάριοι καὶ μειζότεροι τῶν ἐργοδοσίων. τῷ δὲ μεγάλῳ κουράτωρι ὑποτέτακται εἴδη ἀξιωμάτων θʹ, οἷον πρωτονοτάριος, βασιλικοὶ νοτάριοι, κουράτωρες τῶν παλατίων, κουράτωρες τῶν κτημάτων, μειζότερος τῶν Ἐλευθερίου, ὁ ξενοδόχος Σαγγάρου, ὁ ξενοδόχος Πυλῶν, ὁ ξενοδόχος Νικομηδείας καὶ ἐπισκεπτῆται. τῷ δὲ κουράτωρι τῶν μαγγάνων ὑποτέτακται εἴδη ἀξιωμάτων, ὅσα καὶ τῷ μεγάλῳ κουράτωρι, πλὴν τῶν ξενοδόχων. τῷ δὲ ὀρφανοτρόφῳ ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον χαρτουλάριοι τοῦ οἴκου, χαρτουλάριοι τοῦ ὁσίου, ἀρκάριος, κουράτωρες. τοῖς δὲ δυσὶ δημάρχοις ὑποτέτακται εἴδη ἀξιωμάτων ἀνὰ ζʹ, οἷον δευτερεύοντες, ὁ χαρτουλάριος καὶ ὁ ποιητὴς, ἄρχοντες, γειτονιάρχαι, μελισταὶ, νοτάριοι τῶν μερῶν, ἡνίοχοι, πρωτεῖα, δημῶται. τῷ δὲ ἐπὶ τῆς καταστάσεως ὑποτέτακται εἴδη ἀξιωμάτων εʹ, οἷον ὕπατοι, βεστήτορες, σιλεντιάριοι, ἀπὸ ἐπάρχοντες, συγκλητικοί. Περὶ τῆς τῶν εὐνούχων τάξεως καὶ τῆς τῶν ἀξιωμάτων αὐτῶν κυριοκλησίας καὶ ποσότης τῶν συνηθειῶν αὐτῶν. Αἱ δὲ τῶν εὐνούχων ἀξίαι καὶ αὗται μὲν διχῶς δίδον 721 ται. καὶ γὰρ αἱ μὲν ἐξ αὐτῶν ἔργῳ τὰς ἀξίας νομίμως λαμβάνουσιν· αἱ δὲ λόγῳ τοῖς ἀξίοις προσγίνονται, αἳ καὶ ῥᾳδίως ἐκ προσώπων εἰς πρόσωπα λόγῳ βασιλέως μετέρχονται. εἰσὶ δὲ ὁμοῦ πᾶσαι αἱ διὰ βραβείων αὐτοῖς παρεχόμεναι τὸν ἀριθμὸν ὀκτώ. καὶ πρώτη μὲν ἐν αὐτοῖς ἡ τῶν νιψιστιαρίων ἀξία γνωρίζεται, ἧς βραβεῖον καμίσιον λινοῦν ὑποβλαττωμένον σχήματι φιαλίου, καὶ λόγος βασιλέως προσγινόμενος. δίδωσιν συνήθειαν τοῖς πραιποσίτοις "ιβʹ, τῷ δευτέρῳ "γʹ, τῷ πριμικηρίῳ αὐτοῦ "βʹ. δευτέρα δὲ ἡ τοῦ κουβικουλαρίου ἀξία, ἧς βραβεῖον ἡ ἀμφίασις τοῦ περιβλαττομένου καμισίου καὶ ἡ τοῦ λεγομένου παραγαβδίου στολὴ, ἢ καὶ διὰ τῆς τῶν πραιποσίτων παρουσίας γνωρίζεται· δίδωσιν συνήθειαν τοῖς πραιποσίτοις "ιβʹ, τῷ δευτέρῳ "δʹ, τῷ πριμικηρίῳ "βʹ. τρίτη ἡ τοῦ σπαθαροκουβικουλαρίου ἀξία, ἧς βραβεῖον, σπαθίον χρυσόκανον, ὁμοίως τοῖς σπαθαρίοις διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται· δίδωσι συνήθειαν τοῖς πραιποσίτοις "ιηʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ