Θεὸς, ἀρετὴν δὲ καὶ γνῶσιν καταφυτεύει. «Πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ Θεὸς, ἐκριζωθήσεται.» Ἔθνη λέγει τὰς πέντε σατραπείας τὰς ἐν Παλαιστίνῃ, Γεθθαίους, Ἀζω 12.1424 τίους, Ἀκαρωνίτας, Γαζαίους, καὶ Ἀσκαλωνίτας. 12.1424 Τοῦ αὐτοῦ. Τότε πεπλήρωται τό· «Εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου.» Ἔθνη δὲ κακίας ἐξολοθρεύεται πρὶν καταφυτευθῆναι ἡμᾶς. Χεὶρ δὲ ἐξωλόθρευσε καὶ ἡ δεξιά· κατεφύτευσε δὲ οὔτε χεὶρ, οὔτε δεξιά· οὐ γὰρ μέρος, ἀλλ' ὅλος κατεφύτευσε. Καὶ ἔσωσεν οὐ χεὶρ, ἀλλὰ δεξιά. Ἐκ βεβλημένου τοῦ Ἰσραὴλ, οἱ ἀπὸ τῶν ἐθνῶν ταῖς θείαις Γραφαῖς ἐνεφυτεύθησαν. Ὀνόματα δὲ τέθειται καθ' ἑνὸς ὑποκειμένου διάφορα. Τὸν γὰρ Σωτῆρά φησι χεῖρα, δεξιὰν, βραχίονα καὶ φωτισμόν. Πρόσωπον δὲ Πατρὸς, ὡς χαρακτὴρ ὑποστάσεως αὐτοῦ. Φωτισμός γε μὴν ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν τῶν καλουμέ νων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ πνεύματος σύνεσις, Θεῷ προσάγουσα τοὺς φωτιζομένους. Οἱ πραεῖς δὲ κληρονομοῦσι γῆν, οὐ μαχόμενοι, οὐδὲ ῥομφαίᾳ κλη ρονομοῦσι. Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, κ. τ. ἑ. Ἐφ' ἡμῖν μέν ἐστι τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιω θῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφ' ἡμῖν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, κ. τ. ἑ. Ταῦτα δὲ τοῖς ἐν τῷ λαῷ ἁρμόσει καὶ τοῖς προφήταις, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Ἰακὼβ δὲ, ὑφ' οὗ πτερνίζονται τὰ φαῦλα. Ἐντέλλεται ὁ Θεὸς τοῖς ἁγίοις πνεύμασι τοῖς εἰς διακονίαν ἀπεσταλμέ νοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πολ λαὶ δὲ σωτηρίαι, ὡς ζωαί. Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανιστα μένους ἡμῖν, κ. τ. ἑ. Κεκεράτηνται οἱ ἅγιοι τῷ Θεῷ, ὃς κέρας ἐστὶν αὐτῶν. Ἀλλὰ καὶ «κέρας σωτηρίας ἤγειρεν ἡμῖν,» φησὶ Ζαχαρίας. Καὶ μόνον λέγοντες τὸ ὄνομά σου, ἰσχύσομεν, φησὶ, πρὸς τὸ ἐξουδενῶσαι. Τοῦ αὐτοῦ. Κέρας ψυχῆς νοῦς καθαρὸς, καὶ διὰ μὲν τῆς πρακτικῆς τοὺς ἐχθροὺς κερατίζει, διὰ δὲ τῆς γνώσεως τοὺς ἐπανισταμένους αὐτῷ καὶ ἀν τικειμένους τῇ πνευματικῇ θεωρίᾳ ἐξουθενεῖ. Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, κ. τ. ἑ. Ὁ μὲν μακάριος ἐπαινεῖται ὅλην τὴν ἡμέραν ἐν τῷ Θεῷ, τὴν ἑαυτοῦ δηλονότι ζωὴν, ἥτις συνέστηκεν ἀπὸ ἀπαθείας καὶ γνώσεως Θεοῦ· ὁ δὲ ἐπαινούμενος ἐπὶ μέσῃ τέχνῃ, ὡς κατορθῶν αὐτὴν, ἢ ἐπὶ τῇ ἐν αἱρετικοῖς προκοπῇ, ἢ ἄλλης τινὸς ψευ δολογίας λόγοις, οὐχ ὡς μακάριος ἐπαινεθήσεται, τάχα δὲ οὐδὲ ὅλην τὴν ἡμέραν. Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Ἔμπροσθεν ἡμῶν λέγονται εἶναι αἱ ἀρεταὶ, ὄπισθεν δὲ αἱ κακίαι· διὸ προστασσόμεθα φεύγειν μὲν τὴν πορνείαν, τὴν δὲ φιλοξενίαν διώκειν. 12.1425 Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, κ. τ. ἑ. Οὐ γὰρ πάντα τὰ πρόβατα βρώσεως εἰσιν. Ἐπεὶ δὲ ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, «ἐν τῷ ἐπ αναστῆναι ἀνθρώπους ἐφ' ἡμᾶς, ἄρα ζῶντας ἂν κατ έπιον ἡμᾶς.» Ἀπωθεῖται δὲ ὁ Θεὸς ἀφ' ἑαυτοῦ οὐ πάντοτε δι' ἁμαρτίας, ἀλλὰ καὶ δι' ἄλλας ἃς οἶδεν αἰτίας. Οὐ πᾶς δὲ εἰς τὰ ὀπίσω ἀποστρεφόμενος ψε κτῶς ὑφίσταται τοῦτο, ἀλλ' εἴ τις φυγὼν τὰ κακὰ, πρὸς αὐτὰ πάλιν ὑποστρέφειν ἐθέλοι. Εἰ δέ τις, τὴν Σιὼν καταλείψας, τουτέστι τὴν ἀρετὴν, ἐπείγοιτο πρὸς τὴν κακίαν, Βαβυλῶνα καλουμένην, ἀποστρε φόμενος εἰς τὰ ὀπίσω, μακάριον ἀναδέχεται πρᾶγμα. Οἱ δὲ νῦν λέγοντες, ἐπεὶ παρὰ τοῖς ἐχθροῖς γεγόνα σιν ἀποστραφέντες, εἰς τὰ ὀπίσω ψεκτῶς περιέπεσον. Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, κ. τ. ἑ. Ταῖς γὰρ ἁμαρτίαις ἐπράθημεν, ἀφ' ὧν ἡμᾶς Χρι στὸς ἐξηγόρασεν. Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, κ. τ. ἑ. Οἱ γειτνιῶντα δόγματα ἔχοντες, γείτονες· οἱ δὲ ἄλλοι κύκλῳ. «Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, (οἱ γὰρ ἀπὸ τῶν ἐθνῶν, ὡς παραβολὴν ἔχουσι τὸν Ἰσραὴλ, καὶ ὡς ἐν παραβολῇ λύσιν ζη τοῦσι περὶ τῶν κατ' αὐτούς·) καὶ κίνησιν κεφα λῆς,» τουτέστι Χριστοῦ. Ἐκεῖνοι γεγόνασιν «ἐν τοῖς λαοῖς.» Καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, κ. τ. ἑ. Ἑαυτοὺς μὲν αἰσχυνόμεθα κατὰ διάνοιαν ἁμαρτάνοντες· τοὺς δὲ ἀνθρώπους κατ' ἐνέργειαν