90
Μακκαβαίοις ταῦτα λάβοιεν, αὐτοὺς τοὺς Μακκαβαίους φήσουσι καὶ πονηροὺς καὶ ἀγαθοὺς, ἢ τινὰς μὲν ἐξ αὐτῶν ἀγαθοὺς, τινὰς δὲ κακούς. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εὑρεῖν· εὐσεβὴς γὰρ ἅπασα αὐτῶν ἡ συμμορία. Οὔτε δὲ ἡ ζωὴ ἡ αἰώνιοις κατὰ τὸν παρόντα βίον αὐτοῖς ἁρμόττει· ἅπαντες γὰρ ἀναιρεθέντες ὑπεξῆλθον τοῦ βίου. Οὐκοῦν τοὺς γραώδεις μύθους ἐκείνους κα ταλιπόντες, τὴν κοινὴν ἐντεῦθεν τῶν τετελευτηκότων μανθάνωμεν ἀνάστασιν, καὶ τὴν μετὰ τὴν ἀνάστα σιν γινομένην διάκρισιν· οἱ μὲν γὰρ αὐτῶν ζωῆς αἰωνίου κληρονομήσουσιν, οἱ δὲ καταγέλαστοι καὶ ἐπονείδιστοι εἰς αἰῶνα γενήσονται. Πολλοὶ δὲ, ἀντὶ τοῦ πάντες ἔφη. Καὶ γὰρ ὁ μακάριος Παῦλος, ἀντὶ τοῦ πάντες, οἱ πολλοὶ τέθεικε, λέγων· "Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χά ριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσε." γʹ. "Καὶ οἱ συνιέντες, φησὶν, ἐκλάμψουσιν, ὡς ἡ λαμπρότης τοῦ στερεώματος. "Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·" Τότε ἐκλάμψουσιν οἱ δίκαιοι, ὡς ὁ ἥλιος." -"Καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας, καὶ ἔτι." Οἱ μὲν γὰρ δοκιμώτατοι καὶ ἔκκριτο, τῇ τε τοῦ στερεώματος λαμπρότητι καὶ αὐτῷ τῷ ἡλιακῷ παρ εικασθήσονται φωτί· οἱ δὲ τούτων ἐλάττους (τοῦτο γὰρ ἐσήμαινε διὰ τοῦ πολλῶν), τὰς τῶν ἀστέρων λαμπηδόνας μιμήσονται, δι' αἰῶνος ταύτην ἀφιέντες τὴν αἴγλην. Οὕτω δὴ καὶ ὁ μακάριος Παῦλος τῶν 81.1537 εὐσεβῶν διεῖλε τὰ τάγματα. "Ἄλλη γὰρ, φησὶ, δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ." Ταῦτα εἰπὼν ὁ τῷ ∆ανιὴλ προσδιαλεγόμενος, ἐπ ήγαγε· δʹ. "Καὶ σὺ, ∆ανιὴλ, ἔμφραξον τοὺς λόγους, καὶ σφράγισον τὸ βιβλίον ἕως καιροῦ συντελείας, ἕως δι δαχθῶσι πολλοὶ, καὶ πληθυνθῇ ἡ γνῶσις." Ἐπίθες, φησὶ, τῷ βιβλίῳ τὰς τῆς ἀσαφείας σφραγίδας, καὶ μὴ δῆλα ἅπασι καταστήσῃς, ἕως ἂν πληθυνθῇ ἡ γνῶσις, καὶ πληρωθῇ ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, κατὰ τὴν προφητείαν. Ταύτας ἡ τοῦ θείου Πνεύμα τος χάρις μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀφελοῦσα τὰς σφραγίδας, σαφῆ τὰ ἀσαφῆ πεποίηκε τοῖς πιστεύουσι. εʹ, ʹ. "Καὶ εἶδον, φησὶν, ἐγὼ ∆ανιὴλ, καὶ ἰδοὺ δύο ἕτεροι εἱστήκεισαν, εἷς ἐντεῦθεν τοῦ ποταμοῦ, καὶ εἷς ἐντεῦθεν. Καὶ εἶπον τῷ ἀνδρὶ τῷ ἐνδε δυμένῳ τὸ βαδδὶμ, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ· Ἕως πότε τὸ πέρας ὧν εἴρηκας τῶν θαυ μασίων, καὶ ὁ καθαρισμὸς τούτων;" Ἐγὼ μὲν γὰρ, φησὶν, εἱστήκειν σιγῶν, καὶ ἐρωτᾷν μὴ τολμῶν, δύο δὲ ἕτεροι ταῖς ὄχθαις ἑκατέρωθεν ἐφεστῶτες τοῦ ποταμοῦ, ἤροντο τὸν τὴν βυσσίνην περιβεβλημέ νον ἐσθῆτα, τῇ τε τοῦ ὕδατος ἐποχούμενον ἐπιφανείᾳ· Πόσον καθέξει χρόνον τὰ φοβερὰ ταῦτα καὶ φρίκης γέμοντα; καὶ πότε ἡ τούτων ἀπαλλαγὴ γενήσεται; ζʹ. "Καὶ ἤκουσα τοῦ ἀνδρὸς τοῦ ἐνδεδυμένου τὸ βαδδὶμ, ὃς ἦν ἐπάνω τοῦ ὕδατος τοῦ ποταμοῦ, καὶ ὕψωσε τὴν δεξιὰν αὑτοῦ, καὶ τὴν ἀριστερὰν αὑτοῦ εἰς τὸν οὐρανὸν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν, καὶ καιροὺς, καὶ ἥμισυ και ροῦ." Ἐντεῦθεν ἀκριβῶς μεμαθήκαμεν, ὅτι ὁ τότε διαλεγόμενος οὐκ αὐτὸς ἦν ὁ ∆εσπότης. "Ὁ γὰρ ∆εσπότης, ἐπεὶ κατ' οὐδενὸς μείζονος ἄλλου εἶχεν ὀμόσαι, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, καθ' ἑαυτοῦ ὤμοσε, λέγων· "Ζῶ ἐγὼ, λέγει Κύριος." Καὶ ὁ μακάριος δὲ Μωσῆς δείκνυσιν αὐτὸν λέγοντα· "Ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου, καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου, καὶ ἐρῶ· Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα." Οὗτος δὲ εἷς ὢν τῶν ὑποκειμένων καὶ εὐνοϊκῶς περὶ τὸν ∆εσπό την διακειμένων, ἐξέτεινε μὲν εἰς τὸν οὐρανὸν ἄμφω τὰ χεῖρε, ὤμοσε δὲ ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα. Χεῖρας δὲ λέγει αὐτὸν ἔχειν ὁ ∆ανιὴλ τοῦτο θεασάμε νος. Ἀσώματον δ' ὅμως ἴσμεν τῶν ἀγγέλων τὴν φύσιν· σχηματίζουσι δὲ τὰς ὄψεις πρὸς τὸ χρήσιμον τῶν ὁρώντων· καὶ πολλάκις μὲν ἡμερώτερον φαί νονται, συγκαταβάσει πλείονι χρώμενοι, πολλάκις δὲ φοβερώτερον, σπουδαιοτέρους τοὺς ὁρῶντας ἐργαζό μενοι. "Ὤμοσε τοίνυν ἐν τῷ ζῶντι εἰς τὸν αἰῶνα, ὅτι εἰς καιρὸν, καὶ καιροὺς, καὶ ἥμισυ καιροῦ." 81.1540 Σημαίνει δὲ τρία καὶ ἥμισυ ἔτη. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ κέρατος