1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

90

ἐπιβουλὰς, καὶ τὰ ὑπ' αὐ τῶν σοι γενόμενα ἐκ βάθρων ἀνασπάσουσι τεμένη, καί σε οἷόν τινι θανάτῳ παραδώσουσι τῇ λήθῃ, λαβόντες ἐξουσίαν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορ πίων, καὶ ἐπὶ πᾶσάν σου δύναμιν." Καὶ δι' αὐτῶν μαθήσῃ τῶν πραγμάτων, ὡς μάτην ἀνέπεισας τοὺς ἀνθρώπους, ὅτι Θεὸς εἶ. Ταῦτα δὲ πείσῃ, ἐπειδὴ ἀπερίτμητον ἔσχες τὸ φρόνημα, καὶ τὸ χαλεπὸν τῆς ἀλαζονείας σου μὴ περιέτεμες πάθος. ιαʹ-ιγʹ. Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέ γων· Υἱὲ ἀνθρώπου, λάβε θρῆνον ἐπὶ τὸν ἄρ χοντα Τύρου. Καὶ εἰπὲ αὐτῷ· Τάδε λέγει Ἀδω ναῒ Κύριος· Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως, πλήρης σοφίας, καὶ στέφανος κάλλους. Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης πάντα λίθον τίμιον ἐνδέδεσαι, σάρδιον, καὶ τοπάζιον, καὶ σμάραγδον, καὶ ὑάκινθον, καὶ ἄνθρακα, καὶ σάπφειρον, καὶ ἴασπιν, καὶ ἀργύ 81.1093 ριον, καὶ χρυσίον, καὶ λιγύριον, καὶ ἀχάτην, καὶ ἀμέθυστον, καὶ χρυσόλιθον, βηρύλλιον, καὶ ὀνύ χιον, καὶ χρυσοῦ ἐνέπλησας τοὺς θησαυρούς σου, καὶ τὰς ἀποθήκας σου ἐν σοὶ, ἀφ' ἧς ἡμέρας ἐκτίσθης. Ταῦτα βιασάμενος ἄν τις λάβοι καὶ εἰς τὸν ὁρώμενον ἄρχοντα Τύρου· κυρίως δὲ καὶ ἀληθῶς ἁρμόττει τῷ ἐν ἐκείνῳ ἐνεργήσαντι ἀλιτη ρίῳ δαίμονι· εἰς μὲν οὖν τὸν ἄρχοντα Τύρου, τὸν ὁρώμενον, ταῦτα λαμβάνοντες, οὕτω νοήσομεν· "Σὺ εἶ ἀποσφράγισμα ὁμοιώσεως." Κατ' εἰκόνα γὰρ θείαν ἐπλάσθη ὁ ἄνθρωπος, πλήρης σοφίας· καὶ λογικὸς γὰρ, καὶ λόγῳ τετιμημένος, καὶ στέφανος κάλλους· πάντων γὰρ κρείττων τῶν ἀλόγων, καὶ πεζῶν, καὶ πτηνῶν, ἐνύδρων τε καὶ ἀμφιβίων. "Καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενή θης." Ἐκ γὰρ τοῦ προπάτορος κατάγεις τὸ γένος, ὃς εὐθὺς διαπλασθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἐτέθη, ἐργάζεσθαι αὐτὸν καὶ φυλάττειν. Εἰκότως δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἱερὰν καὶ θείαν ὀνομαζομέ νην πόλιν, παράδεισον καλεῖ, καὶ Θεοῦ προφη τείας, καὶ ἀρχιερωσύνης ἔχουσαν φυτὰ, ζωῆς καὶ σωτηρίας παρεκτικά. Φιλία δὲ πάλαι ὑπῆρχε τῷ Τυρίων καὶ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, καὶ ἦν τις αὐτοῖς καὶ ἐπιμιξία πρὸς ἀλλήλους· καὶ τοῦτο ἐκ τῶν Βασιλειῶν ῥᾴδιον καταμαθεῖν. Τὸ δέ· "Πάντα λίθον τίμιον ἐνδέδεσαι," δῆλόν ἐστι κατὰ τὸ γράμμα νοούμενον, καὶ ἐπὶ βασιλέως λαμβανόμενον. Μυ ρίοις γάρ σε ἀγαθοῖς κατεκόσμησα, καὶ ὕλας σοι παντοδαπὰς πάντοθεν προσενήνοχα, ἐξ ὧν διαδήματα καὶ στεφάνους, πόρπας τε καὶ ζώνας, καὶ δακτυ λίους κατασκευάσας, καὶ τὰ ταμιεῖα ἐμπλήσας, φρο νῶν τὰ ἐναντία διετέλεσας, ἐπὶ τῇ τούτων περιου σίᾳ τε καὶ εὐπρεπείᾳ. Εἰς δὲ τὸν διάβολον οὐχ οὕτω ταῦτα νοήσομεν, ἀλλὰ τό· "Σὺ εἶ ἀποσφρά γισμα ὁμοιώσεως," εἰς τὴν δοθεῖσαν αὐτῷ πάλαι ἀρχὴν καὶ ἐξουσίαν ληψόμεθα. Φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· "Κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας." Ὡς εἶναι δῆλον, ὅτι πάλαι τὴν τοῦδε τοῦ ἀέρος οἰκονομίαν ἐπεπίστευτο, δι' ἀλαζο νείαν δὲ τῆς ἡγεμονίας ἐκπεσὼν, ἐν τοῖς ἀπιστοῦσι τῷ τοῦ κηρύγματος λόγῳ τὴν οἰκείαν ἐνέργειαν ἐπι δείκνυται. "Πλήρης σοφίας καὶ στέφανος κάλλους, καὶ ἐν τῇ τρυφῇ τοῦ παραδείσου ἐγενήθης." Τὴν προτέραν αὐτοῦ ἀρετὴν διὰ τούτων αἰνίττεται. "Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν." Εἷς δὲ καὶ οὗτος τῶν γενομένων ὑπῆρ χεν, οὐδέπω δεξάμενος τὴν ἀπὸ τῆς γνώμης ἐπὶ τὰ χείρω μεταβολήν. ∆ιὰ δὲ τῶν εἰρημένων λίθων, τὴν παντοδαπὴν αὐτοῦ σοφίαν καὶ ἐπιστήμην σημαίνει. Καὶ γὰρ ὁ ἀρχιερεὺς τὸ λόγιον τῆς κρίσεως, ὃ τού τους αὐτοὺς περιέκειτο τοὺς λίθους, ἐπὶ τοῦ στήθους 81.1096 φέρων, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσῄει· τὸ δὲ στῆ θος οἷόν τι ταμεῖόν ἐστι τῆς καρδίας, καὶ φυλακτή ριον. Καὶ τὰ ἐπαγόμενα δὲ πάντα, οὐ τῷ ὁρωμένῳ ἄρχοντι τῆς Τύρου, ἀλλὰ τῷ ἀοράτῳ ἁρμόττει. ιδʹ. Κατεσκευάσθης γὰρ, φησὶ, μετὰ τοῦ Χε ροὺβ, κεχρισμένος παρὰ Θεοῦ τοῦ κατασκη νοῦντος. Σὺν γὰρ ταῖς ἁγίαις ἐκείναις καὶ σεβα σμίαις δυνάμεσι, καὶ τῆς δημιουργίας, καὶ τῆς χρί σεως ἠξιώθης· χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν κα λεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον. "Καὶ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ· ἐγενήθης ἐν μέσῳ λίθων πυ ρίνων." Ὄρος ἅγιον Θεοῦ