De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
"βʹ, τῷ πριμικηρίῳ "δʹ. τετάρτη ἡ τῶν ὀστιαρίων ἀξία, ἧς βραβεῖον, χρυσῆ ῥάβδος ἐκ λίθων τιμίων περικεφαλαίαν ἔχουσα, διὰ χειρὸς βασιλέως ἐπιδίδοται. δίδει συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "ϛʹ, τοῖς πραιποσίτοις "κδʹ, τῷ πριμικηρίῳ τοῦ κουβουκλείου "δʹ. πέμπτη ἡ τῶν πριμικηρίων ἀξία, ἧς βραβεῖον, χιτὼν λευκὸς σὺν ἐπομίοις καὶ πώλοις χρυσοϋφάντοις, 722 λαμπρῶς ἀμφιάζεται. δίδει συνήθειαν τοῖς πραιποσίτοις "λϛʹ, τῷ δευτέρῳ "ιβʹ, ἐὰν ἄρα δώσει αὐτὸν βασιλικὸν ἱμάτιον, τῷ πριμικηρίῳ "ϛʹ. ἕκτη ἡ τῶν ἐν αὐτοῖς πρωτοσπαθαρίων ἀξία, ἧς βραβεῖον, χρυσοῦν μανιάκιον ἐκ λίθων τιμίων καὶ μαργαριτῶν, ἐπὶ τοῦ αὐχένος διὰ χειρὸς βασιλέως ἐπισυγκλείεται. χιτὼν δὲ καὶ αὐτοῖς λευκὸς χρυσοκόλλητος διβητισοειδὴς καὶ διπλόης κόκκινος σὺν ταβλίοις χρυσοϋφάντοις. δίδωσι συνήθειαν τοῖς πραιποσίτοις καὶ πατρικίοις εὐνούχοις καὶ πρωτοσπαθαρίοις εὐνούχοις "οβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ "ϛʹ. ἑβδόμη δὲ πέφυκεν ἡ τῶν λαμπροτάτων πραιποσίτων ἀξία, ἧς βραβεῖον, πλάκες πατρικιότητος, ἄνευ μὲν κωδικελλῶν ἐπὶ προελεύσεως χρυσοτρικλίνου χειρὶ βασιλέως ἐπιδίδονται· δίδει συνήθειαν, εἰ ἄρα τιμηθῇ πρωτοσπαθάριος ἐν τῷ ἅμα, λ. αʹ, καὶ τῷ δευτέρῳ ὑπὲρ τῶν πλακῶν "κδʹ. εἰ δὲ καὶ πατρίκιος ὁ αὐτὸς ἐν ταὐτῷ τιμηθῇ, δίδωσι συνήθειαν ὡς οἱ πατρίκιοι. ὀγδόη ἡ τῶν ἐν αὐτοῖς πατρικίων ἀξία, ἧς βραβεῖον, πλάκες, ὁμοίως σὺν κωδικέλλοις ὡς πᾶσι τοῖς πατρικίοις δίδονται. οὐ διαλλάττουσι δὲ ἐν ταῖς αὐτῶν στολαῖς τῆς τῶν πρωτοσπαθαρίων ἀμφιάσεως πλὴν λώροις καὶ μόνον, εἰ ἄρα καὶ ἡ τῶν πρωτοσπαθαρίων αὐτοῖς ἐφέπεται δόξα, οὐδὲ κωλύονται οἱ πραιπόσιτοι ἐν ὀφφικίοις διαπρέπειν, οἷον ἄν ἐστιν ὀφφίκιον, τοῦ εἶναι καὶ πραιπόσιτος καὶ 723 ὀφφικιάλιος. παρέχουσιν δὲ συνήθειαν οἱ πατρίκιοι εὐνοῦχοι καθὼς καὶ οἱ βαρβάτοι. παρὰ δὲ τῶν εἰς ὀφφίκια προβαλλομένων πάντων ἐκκομιζομένου τοῦ πραιποσίτου, ὡς ἐκ προσώπου τοῦ βασιλέως, τὴν ἀπόκρισιν τῆς προβλήσεως, λαμβάνειν τὸν αὐτὸν πραιπόσιτον καθ' ἕκαστον ὀφφικιάλιον συνήθειαν "κδʹ. μηδεὶς τοίνυν παραβαινέτω τὴν τοιαύτην τάξιν τε καὶ στάσιν τῶν ἐκτιθεμένων ἀξιωμάτων, ἢ ἄλλως πως ταύτας μετερχέσθω, πλὴν τῶν κληρικῶν καὶ μόνον. οὗτοι γὰρ λόγῳ μόνῳ μετέρχονται τὰς ἀξίας. ἡ δὲ τῶν πρωτοσπαθαρίων ἀξία διὰ βασιλικῆς χειρὸς μετὰ ἐπιριπταρίου βασιλικοῦ ἐπισυγκλείεται. ταύτας δὲ τὰς συναγομένας συνηθείας τῶν ἀξιωμάτων παρὰ τοῦ παπίου καὶ τοῦ δευτέρου μερίζεσθαι αὐτοῖς ἐπ' ἴσης ἄνευ τῆς συνηθείας τοῦ χρυσοτρικλίνου, ὅτι μονομερῶς τοῦ παπία ἐστί. τῶν δὲ πλακῶν καὶ τῶν μαγίστρων καὶ τῶν πριμικηρίων καὶ τῶν κουβικουλαρίων μονομερῶς λαμβάνει αὐτὰ ὁ δεύτερος, καθὼς ἀνωτέρω διαγορεύει. τοῦ δὲ τιμίου σταυροῦ τῷ Αὐγούστῳ μηνὶ ἐξέρχεται ὁ παπίας, καὶ εἴ τι ἂν ἐπισυνάξει, ἔχει αὐτὰ, καὶ ἐξ αὐτῶν δίδωσιν καὶ τῷ δευτέρῳ μέρος τι. εἰ δὲ δι' ἀδυναμίαν εἴτε νόσον οὐκ ἐξέρχεται ὁ παπίας, ἐξέρχεται ὁ δεύτερος, καὶ εἴ τι ἂν ἐπισυνάξει, μερίζονται αὐτὰ ὅ, τε παπίας καὶ ὁ δεύτερος ἐξ ἴσης. ἐπέχει δὲ ὁ παπίας τὰς ἓξ ἑβδομάδας τοὺς διαιταρίους καὶ τὸ ἔλαιον τῶν καμαρῶν τοῦ χρυσο 724 τρικλίνου σὺν τῶν κανδηλαπτῶν. τὸ δὲ ἔλαιον τοῦ πολυκανδήλου τοῦ κατὰ τὸ μέσον κρεμμαμένου τοῦ χρυσοτρικλίνου καὶ τῶν λοιπῶν πολυκανδήλων καὶ ψιαθίων, ἐπικρατοῦσιν αὐτὰ αὐτοὶ οἱ κανδηλάπται. ἐπέχει δὲ καὶ τοὺς λούστας καὶ τοὺς καμηνάδας καὶ τοὺς κανδηλάπτας τοῦ λαυσιακοῦ καὶ τοῦ Ἰουστινιανοῦ καὶ τοὺς ὡρολόγους καὶ τοὺς ζαράβας, καὶ ὅστις ἐξ αὐτῶν λείψῃ, ἔχει ἐξουσίαν ποιεῖν ἀντισηκοῦντας, καὶ λαμβάνει ρʹ συνήθειαν αὐτῶν, εἰς μὲν τοὺς πριμικηρίους "ιθʹ, καὶ εἰς τοὺς διαιταρίους καὶ λοιποὺς ἀνὰ "ϛʹ, λαμβάνουσι δὲ καὶ οἱ πριμικήριοι "αʹ, καὶ ὁ λαὸς "εʹ. ἐπέχει δὲ καὶ ὁ δεύτερος τὰ σελλία καὶ τοὺς διαιταρίους καὶ τὸν πριμικήριον αὐτῶν καὶ τὰ στέμματα καὶ τὰς ἐσθῆτας τῶν βασιλέων καὶ τὰ βῆλα τοῦ χρυσοτρικλίνου καὶ τοὺς ἐπὶ τῶν ἀλλαξίμων καὶ τοὺς βεστήτορας σὺν τῶν πριμικηρίων αὐτῶν καὶ τὰ σκεύη τῶν ἀξιωμάτων καὶ τοὺς ἐπὶ τῶν ἀξιωμάτων, οἳ καὶ συνάγουσιν τὰ ἀξιώματα παρὰ τῶν λαμβανόντων τὰς ἀξίας. καὶ ὅστις ἐξ αὐτῶν λείψῃ, ἵνα παρέχει ὁ μέλλων γίνεσθαι τὰς συνηθείας τῷ δευτέρῳ, καθὼς καὶ ὁ παπίας λαμβάνει. εἰς δὲ τὰς προελεύσεις ἵνα συνάγονται οἱ βεστήτορες καὶ οἱ πριμικήριοι πάντες, καὶ βαστάζουσιν τὰ κορνίκλια σὺν τοῖς στέμμασιν. συνάγεσθαι δὲ τοὺς ἀμφοτέρων διαιταρίους καὶ βαστάζειν εἰς τὰς προελεύσεις τὰ ταβλία 725 τὰ βασιλικὰ μετὰ τῶν ἀλλαξίμων. ἀκολουθεῖν δὲ εἰς τὰς προελεύσεις τοὺς ῥάπτας τοὺς βασιλικοὺς καὶ τοὺς χρυσοκλαβαρίους καὶ τοὺς χρυσοχοῦς, βαστάζοντε καὶ αὐτοὶ σπαθία τὰ βασιλικὰ εἰς τὰς θήκας αὐτῶν. καὶ λαμβάνειν