De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἂν ἡμῖν οἱ δι' ἐναντίας; πεπαύσονται γὰρ οὐδαμῶς παρασημαίνοντες τὴν ἀλήθειαν καὶ τὰ οἷσπερ ἂν ἕποιτο νοεῖσθαι σοφῶς, εἰ περιτρέποιντο πρὸς οἰκονομίαν τὴν μετὰ σαρκός, κακουργότατα κιβδη λεύοντες. Εἰ μὲν οὖν ἄπαρνοί τε καὶ ἀπόψηφοι παντελῶς περὶ τὸ Χριστοῦ μυστήριον μειρακιωδῶς γεγονότες, παρω θοῖντο τοῦ Λόγου τὴν μετὰ σαρκὸς οἰκονομίαν, μεταπλατ τόντων ἀβούλως ἐπὶ τὸ σφίσι δοκοῦν ἃς ἂν βούλοιντο φωνάς. Εἰ δὲ δὴ συννεύσειαν ὀρθὰ φρονεῖν ᾑρημένοις ὅτι Θεὸς 542 ὢν ὁ Λόγος γέγονε σὰρξ καὶ κεχρημάτικεν ἄνθρωπος, τί τὸ τῆς οἰκονομίας ἀδικοῦσι σοφόν, καὶ τοὺς ὅτι μάλιστα πρεπωδεστάτους αὐτῇ μεταρυθμίζουσι λόγους ἐφ' ὅπερ ἂν ἕλοιντο, καὶ τό γε εἰς αὐτοὺς ἧκόν τε καὶ βλέπον ἀντιφέρεσθαι παραπείθουσι τῇ τοῦ Μονογενοῦς φύσει τε καὶ δόξῃ; Ἰουδαῖοι μὲν γὰρ οἱ τάλανες, ταῖς ὑπὲρ νόμον εἰσηγήσεσι καὶ Μωσαϊκὴν στενολεσχίαν διαπρέποντα τὸν Χριστόν, καὶ προσέτι τοῖς ὑπὲρ λόγον τερατουργήμασιν, ὑπεράγασθαι δέον, καὶ κατακροτεῖν ἐπαίνοις, καὶ δοξολογεῖν ὡς Θεόν, τοῦτο μὲν οὐκ ἔδρων, παραθηγόμενοι πρὸς ὀργάς· φθόνῳ δὲ ὥσπερ πάντα σείοντες κάλων, ἐπὶ τὸ δεῖν ἑλέσθαι συκο φαντεῖν ἀφιλοθέως διώλισθον. Τοιγάρτοι καὶ ἔφασκον, ὁτὲ μὲν ὅτι "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων·" ὁτὲ δὲ αὖ· "Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;" Ἀλλ' ἦν πως ἔτι σκληρὸν καὶ τῆς ἐντέχνου οἰκονομίας ὡς ἀπωτάτω τοῖς οὕτω διακειμένοις ὡς εἴη μὲν ἀληθῶς ἐκ Θεοῦ Θεός, πέφηνε δὲ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ γέγονεν ἄνθρωπος, ἀναφανδὸν εἰπεῖν· Ἐμοὶ μὲν <εἰσίν>, ὦ οὗτοι, σοφία καὶ δύναμις, ἐγὼ δὲ τῶν παραδόξων ὁ τεχνουργός, καὶ οὐκ εἰσποίητον ἔχων τὴν ἐξουσίαν, οὔτε μὴν ὀθνείοις ἐπαυχῶν ἀξιώμασιν, ἀλλ' ἰδικῶς τοῖς ἐμοῖς. Οὐ γὰρ ἂν εἰ τάδε ἔφη διεκαρτέρουν οἵ γε καὶ τοῖς οὕτω μετρίοις ἐπέτριζον λόγοις, καὶ κυνηδὸν ἐπιθρώσκοντες, καθυλακτεῖν ἐπετόλμων, εἴ πού τι καὶ παρεφθέγξατο τῶν τῆς ἀνθρωπότητος ἐπέκεινα μέτρων. Ὑποτεμνόμενος τοίνυν αὐτῶν τῆς ἀβελτηρίας τὸ πολύ, καὶ παρακομίζων κατὰ βραχὺ πρὸς ἀμείνω διάσκεψιν, καὶ ἀστείως ἀποφέρων τοῦ μὴ δεῖν οἴεσθαι τὸν τῶν ὅλων ∆εσπότην καὶ Θεὸν ἐν Βεελζεβοὺλ ἐνεργεῖν, τὴν τῶν ἀποτε λεσμάτων λαμπρότητα τῇ ἀφράστῳ δυνάμει προσνέμει τοῦ Πατρός, καὶ τῇ θείᾳ μᾶλλον ἀνάπτει φύσει τὰ αὐτῇ μάλιστα πρεπωδέστατα. Ὡς δὲ ὑπάρχων αὐτὸς ἐν Πατρὶ καὶ τὸν ἴδιον ἔχων ἐν ἑαυτῷ γεννήτορα, διά γε τὸ ταὐτὸν ἀπαραποιήτως καὶ οὐσιωδῶς, τὸν Πατέρα ἔφασκεν ἐν ἑαυτῷ μένοντα τὰ ἔργα πληροῦν. Οὐ γάρ τοι κατὰ τὸ ἀληθὲς οἴοιτό τις ἄν, εἴ γε νοῦν ἔχοι, τὸ Θεῷ πρέπον τε καὶ ἰδικῶς ἀνακείμενον ἔργον εἶναι σαρκός, ἤγουν ἀνθρωπότητος, εἰ νοοῖτο μόνη καὶ καθ' ἑαυτήν. Οἶμαι δὲ οὔτι που τῆς ἀναγκαίας τε ἅμα καὶ ἀληθοῦς ἐννοίας ἀφαμαρτεῖν τὸν λόγον. {Β.} Οὐ γὰρ οὖν· ἔχει γὰρ ὀρθῶς. {Α.} Φαίην δ' ἂν ὅτι καὶ τοῖς σφῶν αὐτῶν διαμαχοῦνται 543 λόγοις, ἐνεργούμενον ἐνεργεῖν εἴπερ οἴονται τὸν Υἱόν, καὶ πρός γε δὴ τούτῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα δυσσεβήσειν ἔτι. {Β.} Φράσον ὅπως· νοεῖν γὰρ οὐκ ἔχω. {Α.} Οὐ γάρ, ὦ φιλότης, τὸ δοτὸν ὁτῳοῦν ὑπὸ ὁτουοῦν, καὶ ἀφαιρετέον εἴη ἄν, εἰ καὶ μὴ ἀφαιροῖτο τυχόν, ἐννενοη κότος οὔπω τινὸς τὸ ἀφελέσθαι δεῖν, ὃς ἐὰν οἷός τε ᾖ τοῦτο δρᾶν; Τὸ δὲ δὴ τοῖς τῆς φύσεως νόμοις οὐκ ἐρηρεισμένον, εἰσποίητον δὲ καὶ θύραθεν, οὐκ ἀπόβλητον ἔσται τισὶ τῷ παθεῖν δύνασθαι τὴν ἀποβολήν, καὶ εἰ μὴ πάθοι τυχόν; {Β.} Καὶ μάλα. {Α.} Θέα δὴ οὖν ὅσον ἔν γε τουτῳῒ κατὰ τοῦ Μονογενοῦς τὸ δυσσέβημα. Εἰ γὰρ ἐνεργούμενος ἐνεργεῖ, καὶ δοτὸν αὐτῷ παρὰ τοῦ Πατρὸς τὸ ἰσχῦσαι δημιουργεῖν, τί τὸ λυποῦν ἔτι μεθ' ἡμῶν εἰπεῖν· "Χάριτι Θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη;" Καὶ "Χάρις δὲ ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ," πῶς ἂν ἔτι διακηρύξειεν, εἴπερ ἕλοιτο μὴ ψευδομυθεῖν, ὁ σοφώτατος Παῦλος; Πῶς γὰρ ἂν γένοιτο χάριτος τῷ Πατρὶ συνδοτὴρ ὁ χάριν ἔχων ἐφ' ἑαυτῷ; Λογισμοῦ δέ, οἶμαι, τοῦ καθήκοντός τε καὶ ἀληθοῦς ἀφεστή ξειεν ἂν οὔτι που, τὸν Μονογενῆ καὶ Υἱὸν εἴπερ οἴοιτό τις ὅτι τὸ δημιουργεῖν εἰκαῖον αὐτῷ, καὶ