Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
ἄμμον θαλασσῶν ἄνωθεν ἡμῶν πτήσουσι. ∆ι' ὧν, ἐλπίζω γάρ, μὴ ἡμᾶς βλάψωσι, διότι μὲν θεωρῶ καὶ λίαν ἀγάλλομαι καὶ τοιαύταις ἐλπίσι τῷ λογισμῷ τρέ φομαι, ὅτι, εἰ καὶ ὀλίγοι πάνυ ἐσμέν, ἀλλὰ πάντες ἐπιδέξιοι καὶ ἐπιτήδειοι, ῥωμαλέοι τε καὶ ἰσχυροὶ καὶ μεγαλήτορες καὶ εὐπροπαρασκευασμένοι ὑπάρχετε. 417. Ταῖς ἀσπίσιν ὑμῶν καλῶς τὴν κεφαλὴν σκέπεσθε ἐπὶ τῇ συμπλοκῇ καὶ συῤ ῥάξει. Ἡ δεξιὰ ὑμῶν ἡ τὴν ῥομφαίαν ἔχουσα μακρὰ ἔστω πάντοτε. Αἱ περικεφαλαῖαι ὑμῶν καὶ οἱ θώρακες καὶ οἱ σιδηροῖ ἱματισμοὶ λίαν εἰσὶν ἱκανοὶ ἅμα καὶ τοῖς λοιποῖς ὅπλοις καὶ ἐν τῇ συμπλοκῇ ἔσονται πάντα ὠφέλιμα λίαν· Οἷς οἱ ἐναντίοι οὐ χρῶνται, ἀλλ' οὔτε κέκτηνται αὐτά. Καὶ ὑμεῖς ἔσωθεν τῶν τειχῶν ὑπάρχετε σκεπόμενοι, οἱ δὲ ἀσκεπεῖς μετὰ κόπου ἔρχονται. 8. ∆ίο, ὦ συστρατιῶται, γίνεσθε ἕτοιμοι καὶ στερεοὶ καὶ μεγαλόψυχοι διὰ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ, μιμούμενοι τούς ποτε τῶν Καρχηδονίων ὀλίγους ἐλέφαντας, πῶς τοσοῦτον πλῆθος ἵππων Ῥωμαίων τῇ φωνῇ καὶ θέᾳ ἐδίωξαν· καὶ ἐὰν ξῶον ἄλογον ἄλογον ἐδίωξε, πόσον μᾶλλον ἡμεῖς οἱ τῶν ζώων καὶ ἀλόγων ὑπάρχοντες κύριοι καὶ οἱ καθ' ἡμῶν ἐρχόμενοι, ἵνα παράταξιν μεθ' ἡμῶν ποιήσωσιν, ὡς ζῶα ἄλογα καὶ χοίρων χείρονές εἰσίν. Αἱ πέλται ὑμῶν καὶ ῥομφαῖαι καὶ τὰ τόξα καὶ ἀκόντια πρὸς αὐτοὺς πεμπέσθωσαν παρ' ὑμῶν. Καὶ οὕτως λογίσθητε ὡς ἐπὶ ἀγρίων χοίρων πληθὺν κυνήγιον, ἵνα γνώσωσιν οἱ ἀσεβεῖς, ὅτι οὐ μετὰ ἀλόγων ζώων ὡς αὐτοὶ παρά ταξιν ἔχουσιν, ἀλλὰ μετὰ κυρίων καὶ αὐθέντων αὐτῶν καὶ ἀπογόνων Ἑλλήνων καὶ Ῥωμαίων. 9. Οἴδατε καλῶς, ὅτι ὁ δυσσεβὴς αὐτὸς ἀμηρᾶς καὶ ἐχθρὸς τῆς ἁγίας ἡμῶν πίστεως χωρὶς εὐλόγου αἰτίας τινὸς τὴν ἀγάπην, ἢν εἴχομεν, ἔλυσε καὶ τοὺς ὅρκους αὐτοῦ τοὺς πολλοὺς ἠθέτησεν ἀντ' οὐδενὸς λογιζόμενος· καὶ ἐλθὼν αἰφνιδίως φρού ριον ἐποίησεν ἐπὶ τὸ Στενὸν τοῦ Ἀσωμάτου, ἵνα καθ' ἑκάστην ἡμέραν δύνηται ἡμᾶς βλάπτειν. Τοὺς ἀγροὺς ἡμῶν καὶ κήπους καὶ παραδείσους καὶ οἴκους πυριαλώτους ἐποίησε· τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χριστιανούς, ὅσους εὗρεν, ἐθανάτωσε καὶ ᾐχμαλώ τευσε, τὴν φιλίαν ἡμῶν ἔλυσε. 10. Τοὺς δὲ τοῦ Γαλατᾶ ἐφιλίωσε· καὶ αὐτοὶ χαίροντες οὐκ εἶδον καὶ αὐτοὶ οἱ ταλαίπωροι τὸν τοῦ γεωργοῦ παιδὸς μῦθον, τοῦ ἑψήνοντος τοὺς κοχλίους καὶ εἰπόν τος ὦ ἀνόητα ζῶα καὶ τὰ ἑξῆς. 11. Λοιπόν, ἀδελφοί, ἐπεὶ ἡμᾶς πολιορκεῖ καὶ ἀπέκλεισε, καὶ καθ' ἑκάστην τὸ ἀχανὲς αὑτοῦ στόμα χάσκων καὶ εὐκαιρίαν αἰτεῖ, πῶς καταπίῃ ἡμᾶς καὶ τὴν πόλιν ταύτην, ἣν ἀνήγειρεν ὁ τρισμακάριστος καὶ μέγας Κωνσταντῖνος ὁ βασιλεὺς ἐκεῖνος καὶ τῇ πανάγνῳ τε καὶ ὑπεράγνῳ δεσποίνῃ ἡμῶν Θεοτόκῳ καὶ ἀειπαρθένῳ Μαρίᾳ ἀφιέ ρωσε καὶ ἐχαρίσατο τοῦ κυρίαν εἶναι καὶ βοηθὸν καὶ σκέπην τῇ ἡμετέρᾳ πατρίδι καὶ καταφύγιον τῶν Χριστιανῶν, ἐλπίδα καὶ χαρὰν πάντων Ἑλλήνων, τὸ καύχημα τῶν ὑπὸ τὴν ἡλίου ἀνατολὴν ὄντων πάντων. Καὶ οὗτος ὁ ἀσεβέστατος τήν ποτε περιφανῆ καὶ ὀμφακίζουσαν ὡς ῥόδον τοῦ ἀγροῦ βούλετας ἀφανῆ ποιήσαι, τὴν δουλώσασαν σχεδόν, δυνάμαι εἰπεῖν, πᾶσαν τὴν ὑφ' ἥλιον καὶ ὑποτάξασαν ὑπὸ τοὺς πόδας αὑτῆς Πόντον καὶ Ἀρμενίαν, Περσίαν καὶ Παμφλαγονίαν, Ἀμαζόνας καὶ Καππαδοκίαν, Γα 420 λατίαν καὶ Μηδίαν, Κολχοὺς Ἴβηρας, Βοσποριανοὺς καὶ Ἀλβάνους, Σιρίαν καὶ Κιλικίαν καὶ Μεσοποταμίαν, Φοινίκην καὶ Παλαιστίνην, Ἀραβίαν τε καὶ Ἰουδαίαν, Βακ-τριανοὺς καὶ Σκύθας, Μακεδονίαν καὶ Θετταλίαν, Ἐλλάδα, Βοιωτίαν, Λοκροὺς καὶ Αἰτωλούς, Ἀκαρνανίαν, Ἀχαίαν καὶ Πελοπόννησον, Ἤπειρον καὶ τὸ Ἰλλυρικό Λυχνίτας καὶ τὸ Ἀνδριατικόν, Ἰταλίαν, Τουσκίνους Κελτοὺς καὶ Κελτογαλάτας, Ἰβρίαν τε καὶ ἕως τῶν Γαδείρων, Λιβύαν καὶ Μαυρητανίαν καὶ Μαυρουσίαν, Αἰθιοπίαν, Βελέδας Σκούδην, Νουμιδίαν καὶ Ἀφρικὴν καὶ Αἴγυπτον, αὐτὸς τὰ νῦν βούλεται ταύ-την δουλῶσαι αὑτῷ τὴν κυριεύουσαν τῶν πόλεων καὶ ζυγῷ ὑποβαλεῖν καὶ δουλείᾳ καὶ τὰς ἁγίας ἐκκλησίας ἡμῶν, ἔνθα ἐπροσκυνεῖτο ἡ ἁγία τριὰς καὶ ἐδοξολογεῖτο τὸ ἅγιον πνεῦμα καὶ ὅπου ἄγγελοι ἠκούοντο ὑμνεῖν τὸ θεῖον καὶ τὴν ἔνσαρκον τοῦ Θεοῦ λό γου οἰκονομίαν, βούλεται ποιῆσαι προσκύνημα τῆς αὑτοῦ βλασφημίας καὶ