Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σι δήρῳ. Καθὸ φῶς ἐστιν ὁ Κύριος, ἐξάγει ἡμᾶς ἐκ σκότους· καθὸ δὲ ζωὴ, ἐκ σκιᾶς θανά του· καὶ πάλιν ὡς δυνατὸς, διαῤῥήξει δεσ μούς. -Κάθηνται μὲν ἐν σκότει καὶ σκιᾷ θανάτου οἱ ἀγνοίᾳ συζῶντες· πεπέδηνται δὲ σιδήρῳ οἱ ἐν κακίᾳ διάγοντες. 106.11 Οτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ̔Υψίστου παρώξυναν. Βουλὴ Κυρίου λέγεται φύσις ἁγία, ἡ πα ροξυνομένη ἐπὶ τοῖς ἁμαρτάνουσιν. 106.12 Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρ δία αὐτῶν, ἠσθένησαν, καὶ οὐκ ην ὁ βοη θῶν. Οἱ ἐν κοσμικοῖς κόποις, ταπεινοῦνται τὴν καρδίαν· ἠσθένησαν, ὡς καὶ τὸ παρὰ Παύ λῳ· Πολλοὶ ἀσθενεῖς. Καί· ̓Αντέχεσθε τῶν ἀσθενῶν, καὶ τὸν ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε. 106.16 Οτι συνέτριψεν πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. ∆εσμοὺς, πύλας χαλκᾶς, ητοι τὰς κακίας λέγει, η τοὺς ἐνεργοῦντας αὐτὰς δαίμονας. ∆ιὰ δὴ τοῦ μοχλοῦ τὸ δυσκαμπὲς πρὸς τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ δεδηλῶσθαι νομίζου. 106.18 Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ηγγισαν εως τῶν πυλῶν τοῦ θα νάτου. Βρῶμα τοῦ νοητοῦ αρτου φησί. -Πύλας θανάτου, σκιὰν θανάτου καὶ σκότος τὴν εἰ δωλολατρείαν φησί. 106.20 ̓Απέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. ̓Ιάσατο αὐτοὺς ὁ Λόγος κατὰ τὴν ἐπίνοιαν ἰατροῦ· ἐῤῥύσατο, ἀναιρέσει νομικῆς λα τρείας. 106.21,22 ̓Εξομωλογησάσθωσαν τῷ Κυ ρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. Καὶ ἐξαγγελλάτω σαν τὰ εργα αὐτοῦ ἐν ἀγαλλιάσει. ̔Ο τοὺς περὶ προνοίας ἐπιστάμενος λό γους, ουτος δοξάζει τὰ ἐλέη τοῦ Κυρίου. - ̓Εξαγγέλλει δὲ τὰ εργα αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ πᾶς ὁ τὰ εἰς αὐτὸν γινόμενα ἐξαγγέλ λων, καὶ πεῖραν ἐσχηκὼς τῆς αὐτοῦ ἐργα σίας, οὐχ ὁ ἁπλῶς τὰ ἑτέροις γενόμενα διη γούμενος. 106.23 Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν υδασι πολ λοῖς. Παραβολικῶς ταῦτα τέθεικεν ὁ προφή της· λέγει δὲ τοῦτο, οτι καθάπερ οἱ ναυ τιλλόμενοι, καὶ τὰ μεγάλα διαπερῶντες πε λάγη, διαφερόντως τὰς θείας μεγαλουργίας ὁρῶσι· κλύδοσι μὲν χαλεπῶς περιπίπτοντες, παρὰ πᾶσαν δὲ ἀνθρωπίνην ἐλπίδα τῆς σω τηρίας ἀπολαύοντες· ουτως καὶ ̓Ιουδαῖοι ταῖς συμφοραῖς ἐκείναις περιπεσόντες, καὶ τὴν ἐλευθερίαν ἀπειληφότες, τὴν θείαν κατέμα θον δύναμιν. Καὶ μὲν δὴ καὶ πάντες ανθρω ποι τὴν ξένην τῶν πραγμάτων ὁρῶντες με ταβολὴν, καὶ τῆς προτέρας [συμφορᾶς] τὴν παῦλαν, καὶ τῶν ψυχῶν τὴν γαλήνην, καὶ τῆς ἀναστάσεως τὸν λιμένα, τὸν τούτων θαυμάζουσι χορηγόν. - Η καὶ περὶ τῶν ἀποστόλων φησὶν, οτε [ἐβόων]· Καὶ ἐλέησον, Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Καὶ ἐπε τίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 106.28,29 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκαίων αὐτῶν ἐξήγαγεν αὐτούς. Καὶ ἐπέταξε τῇ κα ταιγίδι, καὶ εστη εἰς αυραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. Τρίτον τὸ ἐκέκραξα λέγεται, καὶ ὁ ἑξῆς στίχος, ἐπὰν κραξάντων ἡμῶν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι [ινα] ἐπακούσας ῥύσηται ἡ μᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, καὶ στήσῃ τὴν τῶν πειρασμῶν καταιγίδα εἰς αυραν, καὶ ἡσυ χάσῃ τὰ καθ' ἡμῶν κύματα τοῦ βίου. -Εἰ τὰ κύματά εἰσιν οἱ πειρασμοὶ, τῶν δὲ πειρασ μῶν οἱ μὲν ἀναγκάζουσιν ἡμᾶς βλασφημεῖν εἰς τὸν Θεὸν, οἱ δὲ καὶ εἰς ζῶντας καὶ εἰς νεκροὺς ἐξαμαρτάνειν, καλῶς ουν λέγεται τὰ κύματα ἀναβαίνειν εως τῶν οὐρανῶν, καὶ καταβαίνειν εως τῶν ἀβύσσων· τινὲς δὲ ταῦ τά φάσιν ὑπερβολικῶς λαλεῖν τὸν ∆αυίδ. 106.30 Καὶ ὁδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν. Λιμὴν μὲν ψυχῆς ἡ ἀπάθεια· λιμὴν δὲ νοῦ, γνῶσις σωμάτων καὶ ἀσωμάτων. 106.33 Εθετο ποταμοὺς εἰς ερημον. Ουτοι οἱ ποταμοί εἰσιν περὶ ων ειπεν ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις· Οἱ καταστρέ φονται οικον τοῦ μωροῦ τοῦ οἰκοδομήσαντος ἐπὶ τῆς ψάμμου. 106.34 Γῆν καρποφόρον εἰς αλμην ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. Οσον ἐκ τοῦ ῥητοῦ, γινώσκομεν οτι οὐ καρποφορεῖ πολλάκις ἡ γῆ διὰ τὴν κακίαν τῶν κατοικούντων ἐν αὐτῇ. 106.37,38 Καὶ