πλημμελοῦντες. Ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ καταλαλοῦντος, κ. τ. ἑ. Τοῦτο λεκτέον πρὸς τοὺς ἐν διωγμοῖς ὑπομείναντας. Καὶ οὐκ ἠδικήσαμεν ἐν ∆ιαθήκῃ σου, κ. τ. ἑ. Ὁ ἁμαρτάνων εἰδὼς, ἀδικεῖ ἐν ∆ιαθήκῃ Θεοῦ. «Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν,» ὡς τῆς Λὼτ γυναικὸς, ἢ τοῦ βαλόντος τὴν χεῖρα ἐπ' ἄροτρον, ἢ μᾶλλον τούτων οἵτινες ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον. Τοῦ αὐτοῦ. Ἀδικεῖ τὴν ∆ιαθήκην τοῦ Θεοῦ πᾶς ὁ μὴ ζῶν κατ' αὐτήν. Ἀπεναντίας, φησὶ, τοῖς ἄλλοις ἡμεῖς ἤλθομεν. Ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ τῶν δεινῶν ὑπεσκελίσθησαν· ἡμεῖς δὲ καὶ μετὰ τὰ δεινὰ ἑστήκαμεν, ἀπερίτρεπτον τὴν γνώμην ἔχοντες. Τί δέ ἐστιν, «Οὐκ ἠδικήσαμεν ἐν τῇ ∆ιαθήκῃ σου;» Τουτ έστιν, οὐκ ἠδικήσαμεν περὶ ταῦτα ἃ ἐπιστεύθημεν, ἀλλ' ἐφυλάξαμεν μετὰ ἀκριβείας. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου, κ. τ. ἑ. Τό πος κακώσεως τὸ ἀνθρώπινόν ἐστι σῶμα, καὶ ὁ τούτου συγγενὴς κόσμος. Ἐν ἀλλοτρίᾳ, φησὶν, ἡμᾶς εἶναι πεποίηκας· ὅπερ οὐκ εἵα τὰς λατρείας ἐπι τελεῖσθαι. 12.1428 Τοῦ αὐτοῦ. Ὁ νοῦς ἐπικαλύπτεται σκιᾷ θα νάτου, ὅτε οὐ βλέπει. Ἢ τὸ σῶμα τῆς ταπεινώσεως σκιά ἐστι θανάτου, οὗ τῇ σκιᾷ γεννᾶται. Εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλό τριον, κ. τ. ἑ. Εἴ τις οὐκ ἔστι γνῶσις οὐσιώ δης, ἢ ταύτην τὴν γνῶσιν οὐκ ἔχει ἐν ἑαυτῷ, Θεός ἐστιν ἀλλότριος. Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, κ. τ. ἑ. Ὁ Παῦλός φησι· «Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ.» ∆ιὰ τί δέ φησιν, «ἕνεκα σοῦ;» Ὅτι ἐξῆν ἡμῖν μετατάξασθαι καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλ' αἱρούμεθα πάσχειν κακῶς μᾶλλον καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήνης ἀπο λαύειν καὶ τῶν πατρῴων ἐκπεσεῖν. Ἄξιον ἐκπλαγῆ ναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι τοὺς οὕτω προκειμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθ' ἡμέραν ἀπο θνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; κ. τ. ἑ. Ἐκάθευδέ ποτε ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς, ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθη ταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύνην, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶσιν, σοφίαν. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου, κ. τ. ἑ. Λέγοιεν τοιαῦτα πρὸς τὸν Σωτῆρα ἐν τῇ καρδίᾳ τῆς γῆς διατρίβοντα κατὰ τὸν τοῦ πάθους καιρόν· ὃς, τὴν ψυχὴν αὐτοῦ λύτρον διδοὺς ἀντὶ πολλῶν, ποιεῖ ταῦτα ὑπὲρ τῆς δόξης τοῦ ὀνόματος αὐτοῦ. ΨΑΛΜΟΣ Μ∆ʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέ γω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, κ. τ. ἑ. Τὸ δὲ, «Ἐξηρεύξατο,» ἀντὶ τοῦ «ἐφθέγξατο» εἶπεν· οὐχ ἵνα τὸν υἱὸν ἐρυγὴν εἴπῃ, ἀλλὰ τὴν περὶ αὐτοῦ διήγησιν. Τὸ λέγον δὲ πρόσωπον εἴη ἂν ὁ ∆αυΐδ· εἰ γὰρ τῷ υἱῷ ὁ πατὴρ ἀπήγγειλεν, εὑρεθήσεται ἀγνοῶν ὁ υἱὸς, καὶ τῶν ἔργων μεταγενέστερος. Τοῦ αὐτοῦ. Λόγος ἀγαθός ἐστιν ὁ ἀρετὴν ἢ γνῶσιν σημαίνων Θεοῦ. Τοῦ αὐτοῦ. Κάλαμος γραμματέως ὀξυγρά φου ἡ γλῶσσά ἐστι παντὸς λέγοντος τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ. Εὐσυνείδητος γὰρ τὰ ἴδια ἀπαγγέλλει ἀν δραγαθήματα· ὁ δὲ τὰ ἐναντία ἑαυτῷ συνειδὼς, λέ γων τὰ ἔργα αὐτοῦ τῷ βασιλεῖ, βραδύγλωσσος. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, κ. τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου ταῦτα 12.1429 λέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυ γράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μι μητοῦ τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.» Τοῦ αὐτοῦ. Τὴν σοφίαν τὴν πνευματικὴν καὶ λόγον τοῦ Θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, κ. τ. ἑ. Αὕτη ἡ ῥομφαία χωρίζει ψυχὴν κακίας, καὶ νοῦν ἀγνωσίας, τὸν λεγόμενον πα λαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατ' εἰκόνα τοῦ κτίσαντος.