1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

91

καλεῖ τὸ ὕψος τῆς γνώσεως, λίθους δὲ πυρίνους τὰς ἁγιωτάτας δυνά μεις· καὶ τὸ τίμιον γὰρ καὶ τὸ φωτοειδὲς ἔχουσιν· οἶδεν δὲ πολλάκις ἡ θεία Γραφὴ καὶ τοὺς εὐσεβεῖς ἀνθρώπους λίθους ἁγίους καλεῖν. "Λίθοι γὰρ, φησὶν, ἅγιοι κυλίονται ἐπὶ τῆς γῆς." Ἀλλ' οὗτοι ἅγιοι μὲν, οὐ πύρινοι δέ. Περὶ δὲ τῶν ἄνω δυνάμεων ἀκούωμεν τοῦ θείου ∆αβὶδ λέγοντος· "Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑ τοῦ πυρὸς φλόγα." Τούτων οὐδὲν τῷ ὁρωμένῳ ἄρ χοντι τῶν Τυρίων ἁρμόττει, κἂν μυριάκις τῶν ἐρι στικῶν τινες φιλονεικοῦντες εἴποιεν λίθους πυρίνους τοὺς Ἰουδαίους, καὶ τῶν Τυρίων τὴν πρὸς τούτους ἐπιμιξίαν· οὐδὲ γὰρ Ἰουδαῖοι λίθοι πύρινοι. Εἰ δὲ καὶ τοὺς ἐν αὐτοῖς προφήτας λίθους πυρίνους τις ὀνομάσειεν, οὐδὲ οὕτω στήσει τὸ νόημα· οὐδεμίαν γὰρ εἶχον οἱ Τύριοι κοινωνίαν πρὸς τοὺς προφήτας, ἀσεβείᾳ συζῶντες· τὰς δὲ ἐμπορικὰς ἐπιμιξίας πρὸς τοὺς χαμαιζήλους τῶν Ἰουδαίων καὶ ταπεινοὺς ἐποιοῦντο, οὓς οὐκ ἄν τις εὖ φρονῶν τολμήσειε λί θους ὀνομάσαι πυρίνους, παραβαίνοντας τὸν θεῖον νόμον, καὶ παρὰ τὰ τούτῳ δοκοῦντα συμβόλαια πρὸς ἐθνικοὺς ποιουμένους. Ἀλλ' οὐδὲ τό· "Ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ," τούτῳ ἁρμόττον ἔστιν ἰδεῖν. Οὐδὲ γὰρ ἐν τοῖς Ἱεροσολύμοις διῆγεν, ἵνα καὶ δῶμεν περὶ τοῦ Σιὼν ὄρους ταῦτα λέγεσθαι· καὶ τὰ ἐπαγόμενα δὲ σαφῶς τοῦτο δείκνυσιν. ιεʹ. Ἐπορεύθης γὰρ, φησὶν, ἄμωμος ἐν ταῖς ἡμέραις σου· ἀφ' ἧς ἡμέρας ἐκτίσθης σὺ, ἕως οὗ εὑρέθη τὰ ἀδικήματα ἐν σοί. Τοιοῦτος γὰρ ἦν πρὸ τῆς ἐκπτώσεως ὁ διάβολος. Περὶ δὲ τῶν ἀνθρώ πων ἠκούομεν· "Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." Οὗτος δὲ ἀσώματος ὢν ἄμωμος ἦν τὴν ἀρχήν· ἐπειδὴ δὲ τῇ ἐπὶ τὸ χεῖρον ἐχρήσατο ῥοπῇ, εἰς τὴν ἐκ δια μέτρου ἐναντίαν ὁδὸν ἐπορεύθη. ιʹ. Ἀπὸ γὰρ πλήθους τῆς περιδρομῆς σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας, καὶ ἥμαρτες, καὶ 81.1097 ἐτραυματίσθης. Μὴ ἀρκεσθεὶς γὰρ τῇ δοθείσῃ σοι καὶ σοφίᾳ, καὶ ἐξουσίᾳ, μειζόνων δὲ ἐρασθεὶς, ἀνομίας μὲν πλήρης ἐγένου, τῆς δὲ ἁμαρτίας ἐδέξω τὰ τραύματα. Ταῦτα ὁ προφήτης Ἡσαΐας περὶ αὐ τοῦ φησι· "Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσ φόρος ὁ πρωῒ ἀνατέλλων; συνετρίβη εἰς τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη;" Ἅπαντας γὰρ ἔχων ὑπηκόους διὰ τοῦ σωτηρίου σταυροῦ τῆς τυ ραννίδος ἐξέπεσεν. Εἶτα τὴν προτέραν αὐτοῦ διηγεῖ ται μανίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀλαζονείαν· "Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς βοῤῥᾶν, ἀναβήσομαι ἐπάνω τῶν νε φελῶν, ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ." Ὄρη δὲ τὰ πρὸς βοῤῥᾶν καλεῖ τὰς τῆς κακίας ἀφορμάς. Ἀπὸ βοῤῥᾶ γὰρ, κατὰ τὸν προφήτην, ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Οὕτως αὐτοῦ γυμνώσας τὸν τῦφον προαγορεύει καὶ τὴν κατάλυσιν· "Νῦν δὲ εἰς ᾅδην καταβήσῃ εἰς τὰ θεμέλια τῆς γῆς." Τοῦτο καὶ ὁ θεῖος Ἰεζεκιὴλ ὑπὸ τοῦ Θεοῦ λέγειν διδάσκεται. "Ἀπὸ ὄρους γὰρ, φησὶ, τοῦ Θεοῦ κατήγαγέ σε τὸ Χεροὺβ τὸ συσκιάζον ἐκ μέσου λίθων πυρίνων." Τότε μὲν οὖν αὐτὸν τὸ Χε ροὺβ, τὴν θείαν δόξαν ἀξιούμενον φέρειν, τῶν ἁγίων ἐχώρισε δυνάμεων, αἳ δὴ καὶ προσαγορεύονται πύρινοι· νῦν δὲ οἱ τῆς θείας ἐπιβάσεως ἄξιοι διὰ τὴν τῆς ψυχῆς καθαρότητα, ὧν ἐν ταῖς καρδίαις αἱ τοῦ Θεοῦ ἀναβάσεις, κατὰ τὸν θεῖον προφήτην, ἐξουσίαν ἔλαβον τοῖς ποσὶν αὐτὸν συμπατεῖν. ιζʹ. Ὑψώθη ἡ καρδία σου, ἐπὶ τῷ κάλλει σου. Μέγα, φησὶν, ἐφρόνησας τὰ παρ' ἐμοῦ σοι χορηγη θέντα θεασάμενος ἀγαθά. "∆ιεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου." Πάντων, φησὶν, ἐγυ μνώθης, τὴν δοθεῖσάν σοι τάξιν καταλιπών. "∆ιὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔῤῥιψά σε· ἐναντίον βασιλέων δέδωκά σε παραδειγματισθῆ ναι." Πολλῇ πονηρίᾳ, φησὶ, χρησάμενος, τῆς ἄνω μὲν ἐξέπεσας τάξεως, κάτω δὲ ἀπεῤῥίφης, εἰς τὸ γελᾶσθαι παρὰ τῶν τὴν δοθεῖσαν αὐτοῖς φυλαττόν των τάξιν, καὶ καλῶς βασιλεύειν τῶν ἐν αὐτοῖς ἐπι σταμένων παθῶν. ιηʹ. ∆ιὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου, καὶ ἀδικιῶν τῆς ἐμπορίας σου, ἐβεβήλωσας τὸν ἁγιασμόν σου. Εἰπάτωσαν οἱ