Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
διισχυρίζεται τὸ εἶδος, καθ' ὃ τοῦ πρὸς αὔξησιν ἰόντος ἀεὶ τὸ μεῖον ἔχον εὑρίσκεται. συγγενὲς δὲ τούτῳ πάλιν λήμψει παράδειγμα, καὶ τὸ τῶν ἀστέρων ἐπισημότατον περὶ τοῦ ἡλίου λέγοντα βοᾶν Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. ἕως μὲν 1.239 γὰρ τῇ τῆς νυκτὸς ἀχλύϊ τὸ αἰθέριον καταμελαίνεται βάθος, χρυσῆν ἀπαστράπτοντα τὸν ἑωσφόρον αὐγὴν, καὶ ὁλοκλήρῳ διαπρέποντα δόξῃ, θαυμάσειεν ἄν τις εἰκότως· ἡλίου δὲ ἀνίσχειν ἀπειλήσαντος ἤδη, καὶ μετρίῳ τὸν κόσμον φωτὶ καταῤῥαίνοντος, νικᾶται τῷ μείζονι, καὶ παραχωρεῖ πλεο νεκτοῦντι κατὰ βραχύ. λέγοι δ' ἂν καὶ αὐτὸς εἰκότως τὴν Ἰωάννου φωνὴν, αὐτὸ δὴ τοῦτο παθὼν, ὅπερ ἐκεῖνος ὑπο μείνας φησίν.
1.240 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων,
ὡς Θεὸς ἐκ Θεοῦ. Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ΟΥ μέγα, φησὶν, οὐδὲ λίαν ἐστὶν ἀξιάγαστον, εἰ τὴν τῆς ἀνθρωπότητος δόξαν ὑπερτρέχει Χριστός· οὐ γὰρ μέχρι τούτων τοὺς τῆς ἰδίας εὐκλείας ἵστησιν ὅρους, ἐπὶ πᾶσαν δέ ἐστι τὴν κτίσιν, ὡς Θεὸς, ἐπάνω πάντων ἐστὶ τῶν πεποιη μένων, οὐχ ὡς ἐν πᾶσι καταριθμούμενος, ἀλλ' ὡς καὶ πάντων ἐξῃρημένος, καὶ τοῖς πᾶσι θεοπρεπῶς ἐποχούμενος. ἐπιλέγει δὲ τὴν αἰτίαν, τὸν ἀντιτείνοντα δυσωπῶν, καὶ κατασιγάζων τὸν ἀνθιστάμενον. ὁ ἄνωθεν ἐρχόμενος, φησὶ, τουτέστιν, ὁ τῆς ἄνωθεν ῥίζης ἐκπεφυκὼς, τὴν πατρῴαν ἐφ' ἑαυτῷ φυσικῶς ἀποσώζων εὐφυΐαν, τό Ἐπάνω πάντων ὑπάρχειν ὁμολογου μένως κεκτήσεται· ἦν γὰρ δὴ καὶ ἀμήχανον, μὴ οὐχὶ πάντως τοιοῦτον ὁρᾶσθαι τὸν Υἱὸν, ὁποῖόσπερ ἂν νοοῖτο καὶ κατὰ τὴν ἀξίαν ὁ γεννήσας αὐτόν. ὁ γὰρ τῇ ταυτότητι τῆς φύσεως διαπρέπων Υἱὸς, τὸ ἀπαύγασμα καὶ ὁ χαρακτὴρ τοῦ Πατρὸς, πῶς ἂν γένοιτο κατὰ τὴν δόξαν ἐλάττων αὐτοῦ; ἢ γὰρ οὐκ ἐν Υἱῷ τὸ τοῦ Πατρὸς ἴδιον ἀτιμασθήσεται, καὶ τοὺς τοῦ τεκόντος ὑβριοῦμεν χαρακτῆρας, ἐν ἐλάττοσι 1.241 τιθέντες αὐτόν; ἀλλ', οἶμαι, πᾶσιν ἔσται τοῦτο καταφανές· διά τοι τοῦτο καὶ γέγραπται "Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν "καθὼς τιμῶσι τὸν Πατέρα· ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐδὲ τὸν "Πατέρα τιμᾷ." ὁ δὲ ἰσομέτροις ὡς πρὸς Θεὸν καὶ Πατέρα τιμαῖς ἐπαγλαϊζόμενος, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν τὴν τῶν γενητῶν ἀναβαίνειν οὐσίαν; τοῦτο γὰρ τό Ἐπάνω πάντων ἐστίν. Ἀλλ' αἰσθάνομαι πάλιν, ὡς ἠρεμήσει μὲν οὐδαμῶς τῶν χριστομάχων ὁ νοῦς, ἥξουσι δ', ὡς εἰκὸς, ἀθυροστομοῦντες καὶ λέγοντες Ὅταν ὁ μακάριος βαπτιστὴς ἄνωθεν ὁρμᾶσθαι λέγῃ τὸν Κύριον, ποῖος ἡμᾶς ἀναγκάσει λόγος ἐκ τῆς τοῦ Πατρὸς οὐσίας ἥκειν αὐτὸν ὑποτοπῆσαι διὰ τό Ἄνωθεν, καὶ οὐχὶ μᾶλλον ἐξ οὐρανῶν, ἢ καὶ ἐκ τῆς ἐνούσης αὐτῷ κατὰ πάντων ὑπεροχῆς, ὡς διὰ τοῦτο καὶ ἐπὶ πάντα νοεῖσθαι καὶ λέγεσθαι; ὅταν τοίνυν ἡμᾶς τοῖς τοιούτοις κατασφενδονῶσι λόγοις, ἀντακούσονται πάλιν Οὐ τοῖς παρ' ὑμῖν σαθροτάτοις, ὦ βέλτιστοι, λογισμοῖς, ἀλλὰ μᾶλλον τῇ θείᾳ γραφῇ καὶ μόνοις τοῖς ἱεροῖς ἀκολουθήσομεν γράμμασιν. ἐρευνητέον δ' οὖν ἐν ἐκείνοις, ὅπως ἡμῖν τὴν τοῦ Ἄνωθεν ὁρίζονται δύναμιν. ἀκουέτωσαν τοίνυν ἀνακεκραγότος τινὸς τῶν πνευματοφόρων "Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι "καταβαῖνον ἐκ τοῦ πατρὸς τῶν φώτων·" ἰδοὺ διαῤῥήδην τὸ ἄνωθεν ἐκ τοῦ Πατρὸς εἶναί φησιν· ἕτερον γὰρ οὐδὲν ὑπερ κεῖσθαι γινώσκων τὰ γενητὰ παρὰ τὴν ἄῤῥητον τοῦ Θεοῦ φύσιν, αὐτῇ κυρίως προσῆψε τό Ἄνωθεν. τὰ μὲν γὰρ ἄλλα σύμπαντα τῷ τῆς δουλείας ὑποπίπτει ζυγῷ, μόνος δὲ ἄνω τοῦ κρατεῖσθαι πηδᾷ καὶ βασιλεύει Θεός· ὅθεν ἀληθῶς αὐτὸς καὶ ἐπάνω πάντων ἐστί. Θεὸς δὲ καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, τῆς ἐπὶ τούτῳ λαμπρότητος οὐκ ἐκκείσεται. εἰ δὲ τό Ἄνωθεν οἴεσθε δεῖν Ἐξ οὐρανοῦ λαμβάνεσθαι, λε 1.242 γέσθω καὶ ἐπὶ παντὸς ἀγγέλου καὶ δυνάμεως λογικῆς ἡ λέξις· ἔρχονται γὰρ ὡς ἡμᾶς ἐξ οὐρανῶν οἱ τὴν ἄνω δια τρίβοντες πόλιν, καὶ ἀναβαίνουσι καὶ καταβαίνουσιν, ὡς ὁ Σωτήρ που φησὶν, ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου. τί οὖν ἄρα ἐστὶ τὸ τὸν μακάριον βαπτιστὴν πεπεικὸς, τὸ πολλοῖς ἕτοιμον