92
οὐ κατὰ γυναῖκας ποιοῦσα. Τοῦ γὰρ ἐμφύτου πνεύματος μετὰ τὴν τροφὴν περὶ τὴν πέψιν ἀσχολουμένου καὶ ἐντὸς εἰσδύνοντος, ἀνάγκη τὰς αἰσθήσεις ἢ ἀργεῖν ὑπνούντων ἢ ἀτονεῖν γρηγορούντων, μὴ σφίσιν ἐπιπο 207 λάζοντος, εἶτα κἄν τι περὶ τὰ αἰσθητὰ συμβαίη, μὴ καταστάντος κατὰ χώραν ὑπνούντων, καί τι καὶ πρὸς ἀντίληψιν προσβιάζωνται, εἰ μὲν ὁμαλὸν καὶ τῶν συνήθων ἐστὶ τὸ ἀντιλαμβανόμενον, αἴφνης ἀκούσαντας, κατερρᾳθυμημένως προσέσθαι, εἰ δ' ἀτηρὸν ἄλλως ἢ τοὔμπαλιν χάριεν καί τι τῶν ἀσυνήθων, μὴ ἱκανῶς ἔτι πρὸς ἀντίληψιν ἐχούσας, θορυβεῖσθαι καί, τῇ ψυχῇ εὐθέως τεθο ρυβημένας προσπαιούσας, ἔκπληξιν ἀπεργάζεσθαι. Τότε τοίνυν ἐκείνη τῆς τοῦ βασιλέως ἀσφαλείας οὐχ ἧττον τοῦ τὰ ἡδέα λέγειν προὐνόει καὶ κατ' ὀλίγον πρὸς γρήγορσιν ἀνελάμβανε· τῶν γὰρ τοῦ ποδὸς δακτύλων τὸν μέγιστον κατασχοῦσα, μετρίως ἐπίεζε τοῖς δακτύλοις, ὡς ὁμαλῶς διυπνίσουσα, καὶ διύπνιζε παραυτίκα· καὶ ὅς, τῇ μοναχῇ ἐνιδὼν ἱσταμένῃ, ὅ τι παθοῦσα πράττοι τοιαῦτα διεπυνθάνετο. Ἡ δὲ γέλωτι μὲν καὶ χαροπῷ τῷ ἤθει ἐμφανὴς ἦν τὰ καθ' ἡδονὴν ἐροῦσα, οὐ μὴν δ' ἐκ τοῦ παραυ τίκα τὰ κατὰ νοῦν ἐξήγγελλε, μέχρις ἂν κατασταίη κατὰ τὸ εἰκὸς τὸ φρονοῦν. Ἐπεὶ δὲ καθίστατο καὶ αὖθις ἠρώτα, μαθεῖν γλιχόμενος τὸ ἡδυνοῦν, ὡς ὑπε νόει, τότε προσετίθει τὰ εὐαγγέλια, ὡς ἥ τε πόλις ἁλῴη, ὅ τε καῖσαρ μετὰ τοῦ Σκυθικοῦ ἐντὸς ἀνέδην διάγοι, καὶ ὡς εὐαγγέλια ἐκεῖθεν κομίσαιτο παρ' ἀνδρὸς ἐκεῖθεν ἥκοντος, ἐπὶ τούτοις ἰσχυριζομένου τὰ μάλιστα ὡς ἐκεῖ πραττομένων παρόντος. Ἐπεὶ δὲ καὶ εἰ ἀποσταλείη παρὰ τοῦ καίσαρος οὗτος ἀνεπυνθάνετο, ἡ δὲ οὐκ εἰδέναι μὲν ἔφασκεν, ὅμως αὐτὸν παρόντα αὐτάρκη εἶναι ἀποκρινεῖσθαι. Ὁ μέντοι γε βασιλεύς, ἐννοῶν μὲν καὶ τὸ τοῦ πράγματος ξένον καὶ δὴ καὶ ὡς οὐκ ἀποστέλλοι ὁ καῖσαρ ἐπὶ τούτοις, ἐννοῶν δὲ καὶ τὸ τῶν ἐφεπομένων πλῆθος ὡς ἔλαττον ὂν ἢ ταῦτα πράττειν καὶ ὡς, εἰ βου ληθείη, οὐκ ἂν ἠδυνήθη, οὐδ' ὅλως τοῖς λεγομένοις ἑαυτὸν ἐδίδου· τὸ δὲ χλεύην καὶ πάλιν εἶναι, μὴ καὶ ἀβέλτερος εἴη ὁ ταῦτα συσκευαζόμενος. Αὐτὸς οὖν ἔγνω καθίσας διερωτᾶν τὸν ἥκοντα, οὐ τῷ τοῖς ῥηθησομένοις ἐξ ἑτοίμου θήσεσθαι, τῷ δὲ νομίζειν ἐκεῖνον, εἰς φόβον καταστάντα βασιλι κόν, τἀληθῆ λέξειν, τἀληθὲς ἐλπίζων πυθέσθαι. Εἰσήγετο τοίνυν, τοῦ βασι λέως προστάξαντος, καὶ ἐρωτώμενος ἔλεγε καὶ ὡς ἴδοι ἐπιτελεσθεῖσαν τὴν ἅλωσιν ἐβεβαίου· λέγων οὖν καθ' ἕκαστον, πολλοῖς μὲν ἐνειργάζετο πίστιν, πᾶσι δὲ κατάπληξιν. Ὁ μέντοι γε βασιλεύς, παρὰ τοὺς πολλοὺς δοκεῖν θέλων εἰδέναι, καὶ μᾶλλον ἐπὶ στρατείαις, καὶ ἅμα, ψευδῶν μὲν ὄντων τῶν λεγομένων, μὴ ξυναρπαγῆς ἔγκλημα φέρειν, ἀληθινῶν δέ, τὸ μετὰ δοκούσης ἀσφαλείας τῶν ὡς αὐτὸν ἀναφερομένων ἐπιλαμβάνεσθαι κερδαίνειν, προσέ 209 ταττε φυλάττεσθαι δεδεμένον· πλὴν ἄσμενοι ἦσαν ἅπαντες, εἰ πιστεύοιντο Ἰταλοὶ οὕτω τῆς πόλεως ἐξωθούμενοι. Ὡς δὲ τῆς αὐτῆς ἡμέρας πλείους οἱ πεμπόμενοι πρὸς καίσαρος ἦσαν καὶ ἐπὶ τούτοις ὁ τὴν καλύπτραν καὶ τὴν σπάθην τοῦ Βαλδουίνου ὡς βέβαιον κομίζων τεκμήριον, βασιλεῖ δὲ καὶ τὰ γράμματα ὅπως εἴη ἡ πόλις συνειλημμένη ἐδήλουν, οὐκέτι ἀμφίβολος ἦν, ἀλλ' ἐπίστευε. Καὶ ἀντεδίδου μὲν τῶν λόγων τὰ μείζω· τὸν μέντοι γε πρύτανιν τούτων καὶ παροχέα ὡς δυνατὸν ἐμεγάλυνεν· οὐδὲ γὰρ μικρὸν οὕτως ᾤετο τῇ ἐκείνου βασιλείᾳ προστεθῆναι τοιοῦτον κατόρθωμα. Καὶ δὴ μεγίστης ἑορτῆς ἄγων ἡμέραν ἐκείνην, μετημφιάζετο μὲν πρὸς τὸ μεγαλειό τερον, συνεκάλει δὲ τοὺς συνησομένους, καὶ αὐτοὺς ὡς εἰκὸς ἐστολισμένους ποικίλοις, καὶ σφίσι δημηγορῶν συνήδετο, μηδὲ τοὺς πόρρω κενοὺς ἀφιεὶς ἡδονῆς, ἀλλά γε καὶ πρὸς ἐκείνους γράμματα πέμπων, συνεκάλει πάντας πρὸς εὐχαριστίαν τοῦ Κρείττονος.
λʹ. ∆ημηγορία βασιλέως ἐπὶ τῇ ἁλώσει τῆς πόλεως. «Οἴδατε, λέγων πρὸς τοὺς παρόντας, ἄνδρες βασιλείας ὑπήκοοι τῆς Ῥωμαίων, ὅσοι τε μεγιστᾶνες καὶ ἡμῖν πρὸς αἵματος καὶ ὅσοι τοῦ πλήθους, ὅπως πάλαι, τοῦ θείου μηνίσαντος, ἀνέμοις ἐξώσταις οἷον τοῖς Ἰταλοῖς ἐξώσθησαν τῆς πατρίδος οἱ ἡμέτεροι πρόγονοι καὶ ὡς εἰς στενὸν