περὶ τῶν τοιούτων λαβεῖν, καὶ τοῦτο ἡμῖν λεκτέον. Ἔστω τισὶ προκείμενον βλέπουσι τῷ πνεύματι τὸν θεὸν καὶ τοὺς τούτου πρὸς τοὺς ἁγίους λόγους, τήν τε παρου σίαν, ἣν πάρεστιν αὐτοῖς ἐξαιρέτοις καιροῖς τῆς προκοπῆς αὐτῶν ἐπιφαινόμενος, πλέοσιν οὖσιν τὸν ἀριθμὸν καὶ ἐν διαφό ροις τόποις, οὐχ ὁμοειδεῖς τε πάντη εὐεργεσίας εὐεργετου μένοις, ἑκάστῳ ἰδίᾳ ἀπαγγεῖλαι ἃ βλέπει τῷ πνεύματι περὶ τοῦ θεοῦ καὶ τῶν λόγων αὐτοῦ, τῶν τε πρὸς τοὺς ἁγίους ἐμφανειῶν, ὥστε τόνδε μὲν περὶ τῶνδε τῷδε τῷ δικαίῳ κατὰ τόνδε τὸν τόπον λεγομένων ὑπὸ θεοῦ καὶ πραττομένων ἀπαγ γέλλειν, τόνδε δὲ περὶ τῶν ἑτέρῳ χρησμῳδουμένων καὶ ἐπιτε λουμένων, καὶ ἄλλον περί τινος τρίτου παρὰ τοὺς προειρη μένους δύο θέλειν ἡμᾶς διδάσκειν· ἔστω δέ τις καὶ τέταρτος τὸ ἀνάλογον τοῖς τρισὶν περί τινος ποιῶν· συμφερέσθωσαν δὲ οἱ τέσσαρες οὗτοι περί τινων ὑπὸ τοῦ πνεύματος αὐτοῖς ὑποβαλ λομένων ἀλλήλοις, καὶ περὶ ἑτέρων ἐν ὀλίγῳ παραλλαττέ τωσαν, ὥστε εἶναι τοιαύτας αὐτῶν τὰς διηγήσεις· ὤφθη ὁ θεὸς τῷδε κατὰ τόνδε τὸν καιρὸν ἐν τῷδε τῷ τόπῳ, καὶ τάδε αὐτῷ πεποίηκεν οὑτωσί, αὐτῷ ἐπιφαινόμενος τοιῷδε τῷ σχήματι, καὶ ἐχειραγώγησεν <εἰς> τόνδε τὸν τόπον, ἔνθα πεποίηκεν τάδε. 10.4.16 Ὁ δεύτερος κατὰ τὸν αὐτὸν τοῖς εἰρημένοις γεγο νέναι παρὰ τῷ προτέρῳ χρόνον ἔν τινι πόλει ἀπαγγελλέτω τὸν θεὸν ὦφθαι, ᾧ καὶ αὐτὸς νοεῖ, τινὶ δευτέρῳ ὄντι ἐν πολὺ ἀπεσχοινισμένῳ τόπῳ παρὰ τὸν τόπον τὸν τοῦ προτέρου, καὶ ἑτέρους λόγους ἀναγραφέτω κατὰ τὸν αὐτὸν καιρὸν εἰρῆσθαι ᾧ κατὰ τὴν ὑπόθεσιν εἰλήφαμεν δευτέρῳ. Τὰ δὲ παραπλήσια περὶ τοῦ τρίτου καὶ τοῦ τετάρτου νοητέον. 10.4.17 Συμφερέσθωσαν δέ, ὡς προειρήκαμεν, οὗτοι τὰ ἀληθῆ ἀπαγγέλλοντες περὶ τοῦ θεοῦ καὶ τῶν πρός τινας εὐεργεσιῶν αὐτοῦ ἀλλήλοις ἐπί τινων ἀπαγγελλομένων ὑπ' αὐτῶν διηγή σεων. ∆όξει τοίνυν τῷ ἱστορίαν εἶναι νομίζοντι τὴν τούτων γραφήν, ἣ διὰ εἰκόνος ἱστορικῆς πρόσθοιτ' ἂν παραστῆσαι τὰ πράγματα, καὶ τὸν θεὸν ὑπολαμβάνοντι κατὰ περιγραφὴν εἶναι ἐν τόπῳ, μὴ δυνάμενον τῷ αὐτῷ πλείονας ἑαυτοῦ ἐμποιῆσαι φαντασίας πλείοσιν ἐν πλείοσιν τόποις καὶ πλείονα ἅμα λέγειν, ἀδύνατον εἶναι ἀληθεύειν οὓς ὑπεθέμην τέσσαρας, τῷ ἀδύνατον εἶναι ἐν τῷδέ τινι τῷ τεταγμένῳ καιρῷ τὸν θεὸν εἶναι, ἅτε καὶ κατὰ περιγραφὴν αὐτὸν νενοημένον ἐν τόπῳ εἶναι, καὶ τῷδε καὶ τῷδε λέγειν τάδε καὶ τάδε, καὶ ποιεῖν τάδε καὶ τὰ τούτοις ἐναντία, καὶ φέρε εἰπεῖν καθεζόμενον ἅμα καὶ ἑστῶτα εἶναι, εἰ ὁ μὲν τῷδε τῷ καιρῷ λέγοι αὐτὸν ἑστῶτα τάδε τινὰ εἰρη κέναι ἢ πεποιηκέναι ἐν τῷδε τῷ τόπῳ, ὁ δὲ καθεζόμενον. 10.5.18 Ὥσπερ οὖν ἐπὶ τούτων, ὧν ὑπεθέμην, ἐκληφθεὶς ὁ νοῦς τῶν ἱστορικῶν, χαρακτῆρι βουληθέντων ἡμᾶς διδάξαι τὰ ὑπὸ τοῦ νοῦ αὐτῶν τεθεωρημένα, οὐδεμίαν ἂν εὑρεθείη ἔχων διαφωνίαν, εἰ οἱ τέσσαρες εἶεν σοφοί· οὕτω νοητέον καὶ ἐπὶ τῶν τεσσάρων ἔχειν εὐαγγελιστῶν καταχρησαμένων μὲν πολλοῖς τῶν κατὰ τὸ τεράστιον καὶ παραδοξότατον τῆς δυνά μεως Ἰησοῦ πεπραγμένων καὶ εἰρημένων, ἔσθ' ὅπου καὶ προσυφανάντων τῇ γραφῇ μετὰ λέξεως ὡς περὶ αἰσθητῶν τὸ καθαρῶς νοητῶς αὐτοῖς τετρανωμένον. 10.5.19 Οὐ καταγινώσκω δέ που καὶ τὸ ὡς κατὰ τὴν ἱστορίαν ἑτέρως γενόμενον πρὸς τὸ χρήσιμον τοῦ <τού>των μυστικοῦ σκοποῦ μετατιθέναι πως αὐτούς, ὥστε εἰπεῖν τὸ ἐν <τῷδε τῷ> τόπῳ γενόμενον ὡς ἐν ἑτέρῳ, ἢ τὸ ἐν τῷδε τῷ καιρῷ ὡς ἐν ἄλλῳ, καὶ τὸ οὑτωσὶ ἀπαγγελλόμενον μετά τινος παραλλαγῆς αὐτοὺς πεποιηκέναι. 10.5.20 Προέκειτο γὰρ αὐτοῖς ὅπου μὲν ἐνεχώρει ἀληθεύειν πνευματικῶς ἅμα καὶ σωματικῶς, ὅπου δὲ μὴ ἐνεδέχετο ἀμφοτέρως, προκρίνειν τὸ πνευματικὸν τοῦ σωματικοῦ, σῳζομένου πολλάκις τοῦ ἀληθοῦς πνευματικοῦ ἐν τῷ σωμα τικῷ, ὡς ἂν εἴποι τις, ψευδεῖ· ὡς εἰ καὶ ἀπὸ τῆς ἱστορίας λέγοιμεν ὅτι ὁ Ἰακὼβ φάσκων τῷ Ἰσαάκ· «Ἐγὼ Ἠσαῦ οπρωτότοκός σου υἱός» κατὰ μὲν τὸ πνευματικὸν ἠλήθευεν μεταλαβὼν τῶν πρωτοτοκίων ἤδη ἐν τῷ ἀδελφῷ παραπολλυ μένων, καὶ διὰ τῆς στολῆς τῶν τε ἐριφίων δερμάτων τὸν ἔξωθεν χαρακτῆρα τοῦ Ἠσαῦ ἀναλαβὼν καὶ γενόμενος