εσπειραν ἀγροὺς, καὶ ἐ φύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος, καὶ εὐλόγησεν αὐτούς. Οἱ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβάλλοντες διὰ τὰς τῶν ἀποστόλων πα ραδόσεις, ἐν ταῖς τῶν ἀνθρώπων κατασπεί ρουσι ψυχαῖς, φυτεύουσί τε ἀμπελῶνας, τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας. Οὐ πάντες οἱ γεωργοῦντες καρποὺς αἰσθητοὺς, εὐλογοῦν ται, ἀλλ' οἱ ποιοῦντες καρποὺς πνευματι κούς· ὁ γὰρ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, πίστις, πραΰτης, ἐγκρατεία. 106.40 Καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. Οἱ ̓Ιουδαῖοι παρῃτήσαντο τὴν ἐφ' ην ἐκ λήθησαν, εὐθεῖαν ὁδόν· πλάνην μὲν γὰρ ὁ Θεὸς οὐκ ἐπάγει, τοὺς δὲ μὴ πειθομένους ἀκυβερνήτους ἐᾷ, καὶ πανταχοῦ πλανῶνται, τὸν ὁδηγοῦντα ἀποβαλόντες. ̔Ο δὲ Σύμμαχος μελλητικῶς, οιον· καὶ πλανήσει αὐτοὺς ἐν ματαιότητι διανοίας. 106.41 Καὶ ἐβοήθησαν πένητι ἐκ πτω χείας, καὶ εθετο ὡς πρόβατα πατριάς. Τίς δὲ ὁ βοηθηθεὶς πένης; ὁ ἐξ ἐθνῶν λαός· τῇ γὰρ τοῦ Χριστοῦ πτωχείᾳ ἡμεῖς ἐπλουτίσθημεν· πατριὰν δὲ ὀνομάζει τὸ σύσ τημα τῶν τὸν θεῖον κατάλογον συμπληρούν των, τουτέστι συντελούντων. [ ̔Ο μὲν ̓Ακύλας· θήσει ὡς ποίμνιον συγγενείας]. ̔Ο δὲ Σύμ μαχος· Τάξει ὡς ποίμνια τὰς συγγενείας, τὰς κατὰ πόλεις καὶ χώρας ἐκκλησίας, ἐκ διαφόρων συνεστῶσας συγγενειῶν. Ταῦτα δὲ μέλλοντα εσεσθαι ου πως δὲ κατὰ τὸν ἐν ῳ προυφήτευσε καιρὸν, οντα προεθέσπισεν. ∆ιό φησιν· 106.42 Οψονται εὐθεῖς, καὶ εὐφρανθήσον ται· καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Οψονται εὐθεῖς· τί οψονται; τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν. Τότε ἡμεῖς γενόμεθα πρόβατα, οταν ὁ Κύριος γένηται ποιμήν. Τὸν ανομον ἀνομίαν ὀνομάζει. 107.2 ̔Ετοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοί μη ἡ καρδία μου· ᾳσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου. ̓Επείπερ οὐ τοῦ τυχόντος εστιν ᾳδειν καὶ ψάλλειν, ἀλλὰ τοῦ καθαροῦ τῇ καρδίᾳ καὶ τεθαῤῥηκότος· τὸ γὰρ δὶς ἑτοίμη ἀναφέρε ται, τὸ μὲν διὰ τὴν θεωρίαν, τὸ δὲ διὰ τὴν πρᾶξιν· καὶ διὰ μὲν τὴν θεωρίαν, τὸ ᾳσο μαι· διὰ τὴν πρᾶξιν δὲ, τὸ ψαλῶ. ̓Εν τῇ δό ξῃ δέ τις γενόμενος, ᾀδέτω καὶ ψαλλέτω. 107.3 ̓Εξεγέρθητι, ψαλτήριον καὶ κιθάρα, ἐξεγερθήσομαι ορθρου. Τοῦ νοῦ μὲν σύμβολόν ἐστι τὸ ψαλτή ριον, τῆς δὲ ψυχῆς ἡ κιθάρα. Καὶ νοῦς μὲν ἐγείρεται ἀποβάλλων αγνοιαν, ψυχὴ δὲ κα κίαν. Ψυχὴν δὲ λέγω τὸ παθητικὸν μέρος τῆς ψυχῆς, οπερ ἐστὶ τὸ θυμικὸν καὶ τὸ ἐ πιθυμικόν. - ̓Αλλὰ καὶ οις ἀνετείλετο φῶς τὸ ἀληθινὸν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως πε ριπατοῦντες, ἐναρμονίως μελῳδοῦσι τῷ Σω τῆρι Θεῷ. 107.5 Καὶ εως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Τὴν τοῦ Θεοῦ ἀλήθειαν αἱ λογικαὶ νεφέ λαι γινώσκουσιν, αις ἐντέλλεται μὴ βρέξαι ἐπὶ τοὺς ἁμαρτωλοὺς ὑετόν. 107.6 ̔Υψώθητι ὑπὸ τοὺς οὐρανοὺς, ὁ Θεός. Οτε ὁ Χριστὸς εἰρηνοποίησε διὰ τοῦ αι ματος τοῦ σταυροῦ αὐτοῦ, ειτε τὰ ἐπὶ γῆς, ειτε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐπέφανεν ἐν ταῖς ἐκκλησίαις ἡ δόξα τοῦ Θεοῦ, ὑψώθη ἐπὶ τοὺς οὐρανοὺς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Κυρίου. 107.8 ̔Ο Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. ̔Ο αγιος τοῦ Θεοῦ ἐστίν. 107.10 Μωὰβ λέβης τῆς ἐλπίδος μου, ἐπὶ τὴν ̓Ιδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου, ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Εἰς πρόσωπον ειη τοῦ Σωτῆρος, ὁ ταῦτα λέγων· ἐπεὶ μεταλαμβάνεται ̓Ιδουμαία εἰς τὰ γήϊνα, ἐρεῖ ἐπὶ τὴν γῆν καὶ τὰ γήϊνα τὴν πορείαν ποιήσεσθαι· σύμβολον γὰρ κεκα λυμμένον πορείας τὸ ὑπόδημα. Πάλιν μὲν γὰρ γυμνῇ τῇ πορείᾳ εχρητο, κτίζων, προ νοούμενος· νῦν δὲ μετὰ σαρκὸς ης παράκει ται, καὶ ὑπόδημα αὐτοῦ τυγχάνει. -Εἰ ὁ αρχων τοῦ κόσμου τούτου ἐξηβλήθη ἀπὸ τοῦ Σωτῆρος εξω, πόσῳ μᾶλλον οἱ ἀρχόμενοι δαίμονες ὑπ' αὐτοῦ. 107.13 ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπων. ̔Η σωτηρία τῆς λογικῆς φύσεως πνευμα τικὴ γνῶσίς ἐστι, διὸ καλῶς γέγραπται οτι παρὰ ἀνθρώπων σωτηρία ματαία ἐστίν. 108.3 Καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Λόγους μίσους ὠνόμασεν, ητοι τοὺς ἀπὸ μίσους προσφερομένους, η τοὺς μισητοὺς ἡ μᾶς ποιοῦντας παρὰ Θεῷ. 108.4 ̓Αντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ