Τοῦ αὐτοῦ. Μήποτε «ὁ μηρὸς» σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἢ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναι ρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ, «ἔντεινον.» Καὶ τὸν μὲν Σω τῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδη γεῖ. Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύ νης, κ. τ. ἑ. Οἱ ἀληθεῖς, καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. «Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.» ∆εξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγος. Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑπο κάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργί λον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. ∆εῖ γὰρ πρῶτον πιστεῦ σαι ὅτι ἔστι Θεός. Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος ὑπὲρ ἀληθείας, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνομίαν. Ἀλλ' οὐ τοιοῦτος ὁ Χριστός. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου, κ. τ. ἑ. Ἡ ῥάβδος Χριστοῦ ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας, ῥάβδος εὐθύτητος εἴρηται, εὐ 12.1432 θύνουσα, καὶ πάσης σκολιότητος ἀπαλλάττουσα τοὺς βασιλευομένους. Καὶ ἐπεὶ ἐξουσίᾳ βασιλικῇ δι' αὐτῆς κολάζει, ῥάβδος ἐστὶ τῆς βασιλείας αὐτοῦ. Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ δια χρύσῳ περιβεβλημένη, πεποικιλμένη, κ. τ. ἑ. Οἱ ἅγιοι μαθηταὶ λαβόντες τὴν βασιλείαν τῶν οὐ ρανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπ' αὐτῶν γεννώμεναι κατ' ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βασι λίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ. Καὶ νῦν μὲν ἡ Ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθῇ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐστι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Καὶ κλῖνον τὸ οὖς σου, κ. τ. ἑ. «Κλῖνον τὸ οὖς σου,» πρὸς τὴν Ἐκκλησίαν φησὶν ὁ Πατήρ. Ἐπαινετὴ δὲ ἡ λήθη, αἰτία τοῦ ἐπιθυμηθῆναι τὸ κάλλος τοῦ ἐπιλαθομένου ὑπὸ τοῦ βασιλέως. Ἔπειτα αἰτία τῆς δόξης ἣν ἔχει ἡ Ἐκκλησία, ἐν τῷ κρυπτῷ τῆς καρδίας ἐστὶ, καὶ ἡ δόξα αὐτῆς ἔνδον ἐστὶν ἐνδύ μασιν ἀληθέσι τοῖς κατὰ σοφίαν Θεοῦ, καὶ συνειδότι πλήρει παῤῥησίας. ∆ιὰ τοῦτο λέγεται περὶ αὐτῆς· «Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν·» καὶ ἔστιν ἡ δόξα αὐτῆς δόξα ὁποίαν ἔχει ἂν βασιλέως θυγάτηρ. Βασιλεὺς δὲ νῦν ὁ Θεὸς λέγεται. Ἀλλὰ καὶ τὰ ἐνδύματα αὐτῆς ποικίλα κατὰ τὰς ἀρετάς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, κ. τ. ἑ. Πᾶσα ἡ δόξα τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατ' ἀρετὴν καὶ γνῶσιν θεωρουμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι, κ. τ. ἑ. Αἱ ἀμίαντοι καὶ καθαραὶ, καὶ διὰ τοῦτο παρθένοι ψυχαὶ ἐξελθοῦσαι, ἀπενεχθήσονται τῷ Χριστῷ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὁ θάλαμος δὲ τοῦ βασιλέως, τουτέστι Χριστοῦ, καὶ ναός ἐστιν αὐ τοῦ· ἐπεὶ καὶ ὁ Θεός ἐστι, καὶ ἀντὶ τῶν πατριαρχῶν γεγόνασιν οἱ ἀπόστολοι. Τοῦ αὐτοῦ. Πλησίον ἡμῶν εἰσιν ἢ πάντες ἄν θρωποι, ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα οἰκειούμενοι. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, κ. τ. ἑ. Ἀντὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰκὼβ καὶ τῶν λοιπῶν τῶν εὐαρεστησάντων αὐτῷ ἐν τῇ Παλαιᾷ, ἐγεννήθησαν οἱ μαθηταὶ, καὶ ἡμεῖς οἱ δι' αὐτῶν πιστεύσαντες, καὶ τὴν ἐκείνην