1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

92

τέλος. "Ἔτι γὰρ ἡμέραι εἰς ἀναπλήρωσιν συντελείας." Οὐκ ὀλίγος γὰρ, φησὶν, ἔτι χρόνος ὑπολέλειπται τῇ τοῦ παρόντος βίου συστάσει. Καὶ ἐνταῦθα δὲ σαφῶς ἡμᾶς ἐδίδαξε τὴν συντέλειαν, καὶ ὅτι ἐν ἐκείνῃ τὰ προειρημένα γενήσεται. "Καὶ ἀναπαύσῃ καὶ ἀναστήσῃ εἰς τὸν καιρόν σου (ἀλλ' ὀρθότερον τὸ, κλῆρόν σου, ὡς ἐκ τῶν ἑξῆς δῆλον), εἰς συντέλειαν ἡμερῶν." Νῦν μὲν γὰρ, φησὶ, σὲ προσήκει τὸ κοινὸν δέξασθαι τέλος· ἀναστήσῃ δὲ, καὶ οὐχ ἁπλῶς ἀναστήσῃ, ἀλλ' εἰς τὸν κλῆρόν σου, τουτέστι, μετὰ τῆς τῶν ὁμοτρόπων συμμορίας. Καὶ δεικνὺς, πότε, ἐπήγαγεν· "Εἰς συντέλειαν ἡμερῶν." Οὕτω σαφῶς ἡμᾶς ὁ θεῖος ἀρχάγγελος διὰ τοῦ μακαρίου καὶ τρισμακαρίου ∆ανιὴλ ἐδίδαξε τὴν ἀνάστασιν. Οὕτω πληρώσας τὴν ἀποκάλυψιν ἐπήγαγεν ὁ προφήτης· ιδʹ. "Καὶ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὑτοῦ, καὶ παρέλαβε Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ, καὶ ἦν ∆ανιὴλ συμβιωτὴς τοῦ βασιλέως, καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ. "Ὁ δὲ Ἀστυάγης τοῦ Κύρου μητροπάτωρ· ἐκείνου δὲ τελευτήσαντος, καὶ Κυαξάρου τοῦ υἱέως αὐτοῦ οἰκονομῆσαι τὴν βασιλείαν οὐ δυ 81.1544 νηθέντος, ὁ Κῦρος τὴν τῶν Ἀσσυρίων καὶ Χαλδαίων καταλύσας βασιλείαν, τὸ Μήδων κράτος εἰς Πέρσας μετατέθεικε. "Σύσσιτος δὲ, φησὶν, ἦν τοῦ βασιλέως," καὶ σύνοικος, καὶ πάντων αὐτοῦ τῶν συνήθων προ- τεταγμένος. Ταύτην γὰρ ἔχων τὴν παῤῥησίαν, καὶ τὰ εἰς αὐτὸν ὑπὸ τοῦ Θεοῦ διὰ τοῦ προφήτου Ἡσαΐου προῤῥηθέντα ὑπέδειξε, καὶ τὴν ἄφεσιν τοῦ λαοῦ ποιήσασθαι παρεσκεύασεν. Ἡμεῖς μὲν οὖν ταῦτα ἐκ τῆς θείας τοῦ ∆ανιὴλ μεμαθήκαμεν προφητείας. Ἰουδαίους δὲ θρηνεῖν δίκαιον ἔξω τοῦ προφητικοῦ καταλόγου τάττειν τὸν θεῖον τοῦτον προφήτην τολμῶντας, καὶ ταῦτα τῇ πείρᾳ μεμαθηκότας τῆς προ- φητείας τὸ ἀληθές. Ἀλλὰ γὰρ εὔδηλον, ὡς οἱ νῦν ταῖς ἄλλαις ἀσεβείαις καὶ ταύτην προστεθείκασι τὴν βλασφημίαν, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τὴν προφανῆ μαρτυρίαν ἀρνήσει τῇ τῆς προφητείας συσκιάζειν ἐπιχειροῦντες· ἀλλ' οὐδὲν αὐτοῖς πλέον ὑπάρξει ταύτην ἀρνουμένοις τὴν προφητείαν· οἵ τε γὰρ ἄλλοι προφῆται μαρτυροῦσι, καὶ αὐτὰ βοᾷ τὰ πράγματα τὰς περὶ αὐτοῦ προῤῥήσεις ἁρπάζοντα. Ὅτι δὲ οἱ πάλαι Ἰουδαῖοι τὸν μακάριον ∆ανιὴλ μέγιστον ἀπεκάλουν προφήτην, μάρτυς ἀξιόχρεως Ἰώσηππος ὁ Ἑβραῖος, τὸ μὲν Χριστιανικὸν οὐ δεξάμενος κήρυγμα, τὴν δὲ ἀλήθειαν κρύπτειν οὐκ ἀνεχόμενος. Οὗτος ἐν τῷ δεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας, πολλὰ μὲν καὶ ἕτερα περὶ τοῦ μακαρίου εἴρηκε ∆ανιὴλ, προστίθησι δὲ καὶ ταῦτα· "Ἅπαντα γὰρ αὐτῷ, φησὶν, παραδόξως, ὡς ἑνί τινι τῶν μεγίστων ἐχαρίσθη προφητῶν, καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα, ἡ παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους· τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει. Τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος κατέλιπεν, ἀναγινώσκεται παρ' ἡμῖν ἔτι καὶ νῦν, καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι ∆ανιὴλ ὡμίλει τῷ Θεῷ. Οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ τὸν καιρὸν ὥρισεν εἰς ὃν ταῦτα ἀποβήσεται." Καὶ μετὰ βραχέα δὲ, "Ἀπὸ δὲ τοῦ τέλους, φησὶ, τῶν προῤῥήσεων ἀληθείας πίστιν καὶ δόξαν θειότητος παρὰ τοῖς ὄχλοις ἀποφέρεται." Καὶ ἐφεξῆς δὲ μυρία τοιαῦτα περὶ αὐτοῦ λέγει. Ὡσαύτως δὲ καὶ ἐν τῇ δωδεκάτῃ τῆς Ἀρχαιολογίας πάλιν οὕτω φησί· "Τὴν δὲ ἐρήμωσιν τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν τοῦ ∆ανιήλου προφητείαν, πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν· ἔδειξε γὰρ ὅτι Μακεδόνες καταλύσουσιν αὐτόν." Καὶ ταῦτα μὲν ὁ Ἰώσηππος τῷ προφήτῃ προσμαρτυρεῖ. Ἰουδαῖοι δὲ, πᾶσαν ἀναισχυντίαν νοσοῦντες, οὐδὲ τοὺς ἑαυτῶν αἰσχύνονται διδασκάλους. Ἀλλ' ἡμεῖς, παρακαλῶ, ὡς παρὰ Θεοῦ προφήτου τὴν τῶν μελλόντων δεξάμενοι πρόγνωσιν, εὐτρεπεῖς ἡμᾶς αὐτοὺς εἰς 81.1545 ἐκείνην τὴν φοβερὰν καταστήσωμεν ἡμέραν, ἵνα μὴ εἰς αἰσχύνην αἰώνιον, ἀλλ' εἰς ζωὴν ἀναστῶμεν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν· Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.