βασιλείας, ἤγουν εἰκοστῷ ὀγδόῳ τῆς αὐτοῦ μοναρχίας, ἐγεννήθη κατὰ σάρκα Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν. ἐν δὲ τῷ παρόντι εφλϛʹ ἔτει ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ὑπὸ Ἰωάννου ὁ αὐτὸς κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς κατὰ τὸ πεντηκοστὸν ἔτος τῆς τριακοστοτετάρτης πεντηκονταετηρίδος ἀπὸ τῆς κληροδοσίας τῶν υἱῶν Ἰσραήλ. κατὰ γὰρ πεντηκονταετηρίδα μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν τῆς ἐπαγγελίας τοὺς υἱοὺς Ἰσραὴλ ἄφεσιν γίνεσθαι ὁ θεῖος παρεκελεύσατο νόμος, ἣν ἤρξαντο καταριθμεῖν ἀπὸ ὀγδοηκοστοπρώτου ἔτους Μωϋσέως, μετὰ τὸ πέρας δηλονότι τῶν υλʹ ἐτῶν τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ τὸ ἑβδομηκοστὸν πέμπτον ἔτος τῆς 394 αὐτοῦ ἡλικίας γενομένης αὐτῷ ἀπὸ τοῦ θεοῦ ἐπαγγελίας τῆς ἐν Αἰγύπτῳ δουλείας ἕνεκα καὶ τῆς ἐκεῖθεν γενησομένης ἐλευθερίας τῶν υἱῶν Ἰσραήλ. Καὶ εὐλογῶν ὁ Ἰωάννης τὰ ὕδατα εἶπεν, Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. ἐγένετο δὲ μετὰ τὸ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπ' αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν, Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ ηὐδόκησα. Εἶτα γνῶναι βουλόμενοι καὶ ποία ἦν τῆς ἑβδομάδος ἡμέρα, ὅτε ὁ κύριος ἐβαπτίσθη, τίθεμεν τὰ εφλϛʹ ἔτη· τούτοις προστίθεμεν τὸ τέταρτον·
γίνονται ϛϠκʹ. ταῦτα παρὰ τὸν ζʹ· ἑπτάκις Ϡʹ γίνονται ϛτʹ· ἑπτάκις πʹ γίνονται φξʹ· ἑπτάκις ὀκτὼ γίνονται νϛʹ· λοιπὸν δʹ ἐπακταί. ταύταις προσάπτομεν τὰς ἀπὸ τοῦ πρώτου μηνὸς νισὰν ἡμέρας ἕως αὐτῆς τῆς ἡμέρας ἐν ᾗ ὁ κύριος ἐβαπτίσθη. οὕτως ἔχεις ἐπακτὰς δʹ, ἀπριλίου λʹ, μαΐου λαʹ, ἰουνίου λʹ, ἰουλίου λαʹ, αὐγούστου λαʹ, σεπτεμβρίου λʹ, ὀκτωβρίου λαʹ, νοεμβρίου λʹ, δεκεμβρίου λαʹ, ἰανουαρίου ϛʹ· γίνονται σπεʹ. ταύτας παρὰ τὸν ζʹ· ἑπτάκις μʹ γίνονται σπʹ· λοιπὸν εʹ. Ἔγνωμεν οὖν ὡς ἐν πέμπτῃ τῆς ἑβδομάδος ἡμέρᾳ ἐβαπτί395 σθη ὁ Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν ἐν τῷ Ἰορδάνῃ ποταμῷ, καθ' ἣν πέμπτην ἡμέραν ἐν ἀρχῇ τῆς τοῦ κόσμου γενέσεως αὐτὸς ὁ τῶν ἁπάντων δεσπότης καὶ δημιουργὸς προσέταξεν ἐξαγαγεῖν τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐβαπτίσθη ἐν ὕδατι καὶ ἡγίασεν τὸ ὕδωρ καὶ σωτήριον αὐτὸ καὶ ζωοποιὸν ἡμῖν ἀπειργάσατο. μετὰ δὲ τὸ βαπτισθῆναι ἀνήχθη ὑπὸ τοῦ πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου, ὡς ἱστορεῖ τὰ θεῖα εὐαγγέλια, καὶ νηστεύσας ἡμέρας μʹ καὶ νύκτας μʹ, καὶ πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας τὸν πειράζοντα, παρεγένετο εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ καλέσας τοὺς μαθητὰς πιστεύσαντας καὶ δεξαμένους τὸ κήρυγμα τῆς εὐσεβείας ἀνῆλθε μετ' αὐτῶν εἰς Ἱεροσόλυμα ἑορτάσαι τὸ νομικὸν πάσχα. Εἶτα θέλοντες γνῶναι πόστῃ τοῦ μηνὸς ἔφθασεν κατὰ τὸ παρὸν εφλζʹ ἔτος, ἀρχὴν εἰληφὸς ἀπὸ καʹ τοῦ μαρτίου μηνός, ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τὰ εφλϛʹ ποιοῦμεν παρὰ τὸν ιθʹ· ιθʹ ςʹ γίνονται γωʹ· ιθʹ ϟ γίνονται αψιʹ· ιθʹ αʹ γίνονται ιθʹ· λοιπὸν ζʹ· ταύτας ἐπὶ τὸν ιαʹ, γίνονται οζʹ· ἔκβα βʹ λʹ· γίνονται ξʹ· λοιπὸν ιζʹ· πρόσβαλε ταύταις ιγʹ τὰς πρὸ τῶν φωστήρων, προσελήνους ζʹ, καὶ ζʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, γίνονται μδʹ· ἔκβα λʹ, λοιπὸν ιδʹ. ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ μαρτίου μηνός. 396 Εἶτα θέλοντες γνῶναι καὶ ποίᾳ ἡμέρᾳ ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης, τοῖς εφλϛʹ προστίθεμεν τὸ τέταρτον ατπδʹ· γίνονται ϛϠκʹ.
ταύτας εἰς ζʹ· ζʹ Ϡʹ γίνονται ϛτʹ· ζʹ πʹ γίνονται φξʹ· ζʹ ηʹ γίνονται νϛʹ· λοιπὸν δʹ ἐπακταί. ταύταις πρόσβαλε γʹ τὰς πρὸ τῶν φωστήρων καὶ ζʹ τὰς ἀπὸ καʹ καὶ αὐτῆς τοῦ μαρτίου μηνός, γίνονται ιδʹ. ταύτας παρὰ τὸν ζʹ· ἔκβα ζʹ, λοιπὸν ζʹ. ἔγνωμεν οὖν ὡς κατὰ τὸ παρὸν ἔτος ἔφθασεν ἡ ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης τῇ κζʹ τοῦ μαρτίου μηνὸς καὶ