De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
τῷ Υἱῷ καθὰ καὶ ἐν τῷ Πατρί.
{Α.} Εἶεν· ἐκ παντὸς ἡμῖν, ὡς ἔοικε, συμβήσεται λόγου πιθανοῦ τε καὶ ἀναγκαίου, τὸ ὀψιγενῆ μὲν οὔτι που καὶ τὸν ἐπὶ τῷ πεποιῆσθαι μῶμον ἀνεξίτητον ἔχοντα τὸν Υἱόν, ἀναφῦναι δὲ μᾶλλον ἐξ αὐτῆς ὁμολογεῖν τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, ὑψηλὴν καὶ ὑπερφυᾶ λαχόντα τὴν δόξαν καὶ ταῖς ἐπέκεινα μέτρου καὶ ἀσυγκρίτοις ὑπεροχαῖς παντὸς γενητοῦ διᾴττοντα φύσιν, ὑπερενεγκεῖν τε τοσοῦτον ὁπόσον ἂν οἴοιτό τις καὶ αὐτὸν τὸν Πατέρα. {Β.} Σύμφημι· φρονεῖς γὰρ ὀρθῶς. Ἀτάρ, εἴτοι φίλον, ἐρῶ δή τι πάλιν. {Α.} Καὶ μήν, ὦ ἑταῖρε, καθικοίμην ἂν ὡς ἥδιστά τε καὶ ἀοκνότατα πρός γε τὸ χρῆναι γεννικῶς τοῖς διακυκῶσι τἀληθὲς ἀντιφέρεσθαι λόγοις. "Ὁ γὰρ πραΰς, ἔστω καὶ μαχητής," ἱερὸς ἡμῖν ἀναπεφώνηκε λόγος, σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν, εἰς νοῦν ἔχων τὸ γεγραμμένον· "Ἄμελγε γάλα καὶ ἔσται βούτυρον." {Β.} Ἴσθι δὴ οὖν ὡς εἰ διαπύθοιντό σου Θεὸν ἀληθινὸν καὶ ὁμοούσιον τῷ Πατρὶ κατονομάζοντος τὸν Υἱόν, αὐτίκα δὴ μάλα ἐροῦντας τοὺς δι' ἐναντίας· Τὸν ἔν γε δὴ τούτοις, 546 ὦ πανάριστε, κατὰ σέ, πῶς οὐκ ἰδίοις ἐπαυχεῖν ἀγαθοῖς πρέποι ἂν μᾶλλον, καὶ οὐχὶ τοῖς θύραθεν ἐναγλαΐζεσθαι δεῖν; Θεὸς γὰρ ὁ ἀληθῶς, ἐξ ἑαυτοῦ παντέλειος, ἄρτιός τε καὶ ἀπροσδεὴς πρὸς ὁτιοῦν, οἶμαι, τῶν τῇ τοιᾷδε φύσει προσπεφυκότων. {Α.} Τί φής; Ὡς θρασὺς ὁ λόγος καὶ ἀπονένευκε μὲν ἀσχέτως εἰς τὸ λυποῦν! Φράζε δ' οὖν ὅμως ἀναφανδόν, τίνα δὴ τρόπον ἡμῖν ἀκρίτων οὕτω δυσφημιῶν ὄχλον τὸ σκαιὸν τῶν διεστραμμένων κεκαινούργηκε στῖφος; {Β.} Εἰ Θεός, φησίν, ἀληθινὸς καὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρί, οἴκοθεν ἐχέτω τὰ δι' ὧν ἐστι Θεός, καὶ ἰδίοις μᾶλλον ἤγουν τοῖς παρὰ Πατρὸς ἐπαυχείτω πλεονεκ τήμασιν. Ὃ γὰρ ἂν ἔχων ὁρῷτο, τοῦτό ἐστι παρὰ Πατρὸς καὶ θεόσδοτον. Ζῇν γὰρ ἔφη διὰ τὸν Πατέρα, καὶ δοξάζεται καὶ ἁγιάζεται παρ' αὐτοῦ, καὶ ἀνεβίω τριήμερος τῇ δυνάμει τοῦ Πατρός, καὶ αὐτὸ δὲ τὸ τῆς θεότητος ὄνομα πεπλούτηκε μεθεκτῶς, καὶ προσκυνεῖ μεθ' ἡμῶν καὶ ὑποτάττεται τῷ Πατρί, καὶ βασιλείαν δέχεται καὶ ἐξουσίαν· ἱεροὶ γὰρ ἡμῖν καὶ θεῖοι ταυτὶ παρέδοσαν λόγοι. {Α.} Ἰού, ὦ Ἑρμεία! ὡς πάμπολυς καὶ δεινὸς βλασφημιῶν ἀριθμὸς οἱονεί πως ἐν κύκλῳ περισχὼν τὴν ἀλήθειαν ἀνοσίως καθυλακτεῖ! Καὶ καιρός, ὡς ἔοικεν, ἐναρμόσασθαι καὶ ἡμᾶς τῇ τοῦ Θεοῦ παντευχίᾳ, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα Θεοῦ, παρεξάγειν ἀνδρικῶς, κατορρωδοῦντας οὐδέν, κἂν εἰ τοῖς αἰσχίοσιν ἔτι καὶ ἀγριωτέροις ἡμᾶς καταπαίοιεν λόγοις. Ἀλλ' εἰ μὲν ἴοι χύδην τε καὶ οὐκ ἐν τάξει τὰ θεωρήματα, διολισθήσειεν ἂν εὐκόλως ὁ λόγος ἡμῖν ἔκ γε τουτουΐ πρὸς ἐκεῖνο καὶ αὖ ἐξ ἐκείνου πρὸς τοῦτο, δυσειδῆ καὶ δυσκάτοπτον τὴν ἐφ' ἑκάστῳ γνῶσιν ἀποτελῶν. Παραδείξειε δ' ἂν εὖ μάλα τὸ ἀληθὲς καὶ ἀδια βλήτως ἔχον εἰ διεσταλμένην τε καὶ ἀναμέρος τὴν ἐφ' ἑκάστῃ τῶν δυσφημιῶν ποιοῖτο βάσανον. Φέρε δὴ οὖν εὐκρινέστατά τε καὶ ἀναμέρος καὶ ἐν τάξει λέγωμεν. Προαναπυθέσθαι δέ σου βουλοίμην ἂν τόδε, πότερα τὰς τῶν θεηγόρων φωνὰς ταῖς ἐπ' ἀληθείᾳ καὶ ὀρθότητι στεφανοῦσι ψήφοις, ἤγουν ἀνούστατα διωσάμενοι, ποιήσονται παρ' οὐδέν; {Β.} Ἀψευδεῖν ἐροῦσιν, οἶμαί που. {Α.} Γράφει τοίνυν ὁ ἱερώτατός τε καὶ πανάριστος Παῦλος περὶ τοῦ Μονογενοῦς· "Τοῦτο φρονείσθω ἕκαστος ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων 547 γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν