93
γάρ ἡ πρός ἀπόδειξιν ἀρχή γνώσει περιλαμβάνεται, τοῦτο δηλαδή, γνώσει κατά φύσιν ὑπάρχει περιληπτόν.
8. Οὐρανοῦ νόμος ἐστί, τό κατά κύκλον ὡσαύτως φέρεσθαι, παρ᾿ οὗ λαμβάνει τήν ἐν τῷ καλῷ παγίαν κίνησιν ὁ γνωστικός, περί τό ταυτόν τῆς ἀρετῆς τήν οὐρανοῦ μιμούμενος ἀεικινησίαν.
9. Ἡλίου νόμος ἐστί φυσικός, τό ταῖς μεταβάσεσιν ἐργάζεσθαι τήν τῶν χρόνων διαφοράν· παρ᾿ οὗ λαμβάνει, τό πρός τάς διαφόρους ἁρμόζεσθαι συμβάσεις ὁ γνωστικός, λόγῳ φυλάττων τῆς ἀρετῆς τήν λαμπρότητα, μηδενί τῶν ἀβουλήτως συμβαινόντων ἀμαυρουμένην.
10. Ἀετοῦ νόμος ἐστί φυσικός, τό δέχεσθαι κατά τῆς κόρης τοῦ ἡλίου τήν ἀκτῖνα προσβάλλουσαν· παρ᾿ οὗ λαμβάνει κατά γνώμην ὁ γνωστικός, διά παντός τῷ θείῳ φωτί τόν νοῦν ἐναστράπτεσθαι.
11. Τί διδάσκεται κἀκ τοῦ φυσικοῦ νόμου τῶν ἐλάφων ὁ γνωστικός, τήν τῶν ὄντων φύσιν διασκεπτόμενος;
12. Τί κἀκ τῆς δορκάδος καί τοῦ ὀρνέου κατά μίμησιν λαμβάνων, ἀνάλωτον φυλάττει τήν ἀρετήν, ὁ κατά πρᾶξιν τήν ὁδόν τέμνων τῆς γνώσεως;
13. Ποῖον διδάσκεται καλόν ὁ τά θεῖα φιλοσοφῶν, τήν φυσικήν τοῦ λέοντος θεωρίαν εἰς ἑαυτόν κατά γνώμην λογικῶς μεταφέρων;
(14Β_390> 14. Πῶς δεῖ μιμούμενον τόν ὄφιν καί τήν περιστεράν γένεσθαι φιλόσοφον;
15. Τί κἀκ τῆς τρυγόνος ὠφελεῖσθαι δυνάμεθα; 16. Ὁ πρός τόν ἑαυτοῦ νόμον, τούς τῶν ὄντων κατά μίμησιν μεταφέρων
νόμους, ἐνάρετος, λογίζων τῶν ἐστερημένων λόγου τήν κίνησιν· ὁ δέ τόν ἑαυτοῦ πρός τούς νόμους τῶν ἄλλων κατά μίμησιν μεταβάλλων, ἐμπαθής, πρός ἀλογίαν ἐκφέρων τοῦ λόγου τήν δύναμιν.
17. Σώματα λέγει φυσικά, πάντα τά ὑπό γένεσιν καί φθοράν. 18. Καλή παρατήρησις, ὅτι δεῖ μή τήν κτίσιν πολεμεῖσθαι παρ᾿ ἡμῶν, ἧς ἐστι
δημιουργός ὁ Θεός, ἀλλά τάς ἐπ᾿ αὐτῇ τῶν ἐν ἡμῖν κατ᾿ οὐσίαν δυνάμεων ἀτάκτους καί παρά φύσιν κινήσεις καί ἐνεργείας.
19. Ἡ πρακτική φιλοσοφία, τόν πρακτικόν, φησίν, ὑπεράνω ποιεῖ τῶν παθῶν· ἡ θεωρία δέ τόν γνωστικόν καί ὑπεράνω τῶν ὁρωμένων καθίστησιν, ἀναβιβάσασα τόν νοῦν πρός τά συγγενῆ νοητά.
ΝΒ (52). ΠΕΡΙ ΤΟΥ "ΟΥ ΚΑΤΑ ΤΟ ΑΝΤΑΠΟ∆ΟΜΑ Ο ΑΝΤΑΠΕ∆ΩΚΕΝ ΑΥΤΩ Ο
ΘΕΟΣ ΑΝΤΑΠΕ∆ΩΚΕΝ ΕΖΕΚΙΑΣ". 52. ΕΡΩΤΗΣΙΣ ΝΒ' Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεὸς ἀνταπέδωκεν
Ἐζεκίας, ἀλλ᾽ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. Τί τὸ ἀνταπόδομά ἐστι, καὶ τὰ ἑξῆς;
Ἀπόκρισις. Ἐπειδὴ γὰρ μετὰ πολλὰς καὶ διαφόρους εὐεργεσίας, ἃς κατὰ καιροὺς ὁ Θεὸς
χορηγήσας τῷ Ἐζεκίᾳ διέσωσεν, ἐκ πάσης (14Β_392> ἀνάγκης αὐτὸν λυτρωσάμενος καὶ περιστάσεως, αὐτὸς δὲ τὴν ὅλην τῷ Θεῷ τῆς σωτηρίας, ὡς ἐχρῆν, οὐκ ἀνέθετο χάριν, ἀλλ᾽ ἥψατό τις αὐτοῦ μῶμος ἀνθρώπινος καὶ τὴν τῶν κατορθωθέντων ἐπεμερίσατο δύναμιν, εἰκότως κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ ὁ Θεός, οὐκ ἀνταπέδωκεν Ἐζεκίας. Οὐ γὰρ ἀντεσήκωσε τῷ μεγέθει τῶν ἐπ᾽ αὐτῷ θείων