χωρὶς τῆς αἰνούσης τὸν θεὸν φωνῆς Ἠσαῦ, ἵνα χώραν λάβῃ πρὸς τὸ εὐλογηθῆναι ὕστερον ὁ Ἠσαῦ. Τάχα γὰρ εἰ μὴ ηὐλόγητο Ἰακὼβ ὡς Ἠσαῦ, οὐκ ἂν οὐδὲ Ἠσαῦ καθ' ἑαυτὸνδέξασθαι τὴν εὐλογίαν οἷός τε ἦν. 10.5.21 Καὶ ὁ Ἰησοῦς τοίνυν πολλά ἐστιν ταῖς ἐπινοίαις, ὧν ἐπινοιῶν εἰκὸς τοὺς εὐαγγελιστὰς διαφόρους ἐννοίας λαμβά νοντας, ἐσθ' ὅτε καὶ συμφερομένους ἄλλους περί τινων ἀναγε γραφέναι τὰ εὐαγγέλια· οἷον ἀληθὲς εἰπεῖν τὰ ὡς πρὸς τὴν λέξιν ἀντικείμενα περὶ τοῦ κυρίου ἡμῶν, ὅτι «γέγονεν ἐκ ∆αβίδ», καὶ «οὐ γέγονεν ἐκ ∆αβίδ»· 10.5.22 ἀληθὲς μὲν γὰρ τὸ «Γέγονεν ἐκ ∆αβίδ», ὡς καὶ ὁ ἀπόστολός φησι· «Τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα», εἰ τὸ σωμα τικὸν αὐτοῦ ἐκλάβοιμεν· ψευδὲς δὲ αὐτὸ τοῦτο, εἰ ἐπὶ τῆς θειοτέρας δυνάμεως ἀκούοιμεν τὸ γεγονέναι αὐτὸν ἐκ σπέρματος ∆αβίδ· ὡρίσθη γὰρ υἱὸς θεοῦ ἐν δυνάμει. 10.6.23 Καὶ τάχα διὰ τοῦτο αἱ ἅγιαι προφητεῖαι ὅπου μὲν δοῦλον, ὅπου δὲ υἱὸν αὐτὸν ἀναγορεύουσιν· δοῦλον μὲν διὰ τὴν «δούλου μορφὴν» καὶ τὸν «ἐκ σπέρματος ∆αβίδ», υἱὸν δὲ κατὰ τὴν πρωτότοκον αὐτοῦ δύναμιν. Οὕτως αὐτὸν ἀληθὲς εἰπεῖν «ἄνθρωπον» καὶ «οὐκ ἄνθρωπον»· «ἄνθρω πον» μὲν κατὰ τὸ θανάτου δεκτικόν, «οὐκ ἄνθρωπον» δὲ κατὰ τὸ ἀνθρώπου θειότερον. 10.6.24 Ἐγὼ δ' οἶμαι καὶ τὸν Μαρκίωνα παρεκδεξάμενον ὑγιεῖς λόγους, ἀθετοῦντα αὐτοῦ τὴν ἐκ Μαρίας γένεσιν κατὰ τὴν θείαν αὐτοῦ φύσιν, ἀποφήνασθαι ὡς ἄρα οὐκ ἐγεννήθη ἐκ Μαρίας, καὶ διὰ τοῦτο τετολμηκέναι περιγράψαι τούτους τοὺς τόπους ἀπὸ τοῦ εὐαγγελίου· ᾧ παραπλήσιον πεπονθέναι φαίνονται οἱ ἀναιροῦντες αὐτοῦ τὴν ἀνθρωπότητα, καὶ μόνην αὐτοῦ τὴν θεότητα παραδεξάμενοι, οἵ τε τούτοις ἐναντίοι καὶ τὴν θεότητα αὐτοῦ περιγράψαντες, τὸν δὲ ἄνθρωπον ὡς ἅγιον καὶ δικαιότατον πάντων ἀνθρώπων ὁμολογήσαντες. 10.6.25 Καὶ οἱ τὴν δόκησιν δὲ εἰσάγοντες, τὸν ταπεινώσαντα αὑτὸν μέχρι θανάτου καὶ ὑπήκοον γενόμενον μέχρι σταυροῦ μὴ νοή σαντες, μόνον δὲ τὸ ἀπαθὲς καὶ τὸ κρεῖττον παντὸς τοιούτου συμπτώματος φαντασθέντες, ἀποστερεῖν ἡμᾶς τὸ ὅσον ἐφ' ἑαυτοῖς θέλουσιν τοῦ πάντων ἀνθρώπων δικαιοτάτου ἀνθρώ που, οὐ δυναμένους δι' ἐκείνου σῴζεσθαι. 10.6.26 Ὡς γὰρ δι' ἑνὸς ἀνθρώπου ὁ θάνατος, οὕτως καὶ δι' ἑνὸς ἀνθρώπου ἡ τῆς ζωῆς δικαίωσις· οὐκ ἂν χωρὶς τοῦ ἀνθρώπου χωρησάντων ἡμῶν τὴν ἀπὸ τοῦ λόγου ὠφέλειαν, μένοντος ὁποῖος ἦν τὴν ἀρχὴν πρὸς τὸν πατέρα θεόν, καὶ μὴ ἀναλαβόντος ἄνθρωπον, τὸν πάντων πρῶτον καὶ πάντων τιμιώτερον καὶ πάντων μᾶλλον καθαρώτερον αὐτὸν χωρῆσαι δυνάμενον. Μεθ' ὃν καὶ ἡμεῖς δέξασθαι οἷοί τε αὐτὸν ἐσόμεθα, ἕκαστος τοσοῦτον καὶ τοιοῦτον, ὁποίαν αὐτῷ ποιοῦμεν καὶ πηλίκην χώραν ἐν τῇ ψυχῇ ἡμῶν. 10.6.27 Ταῦτα δέ μοι πάντα εἴρηται τὰς ἐμφαινομένας διαφω νίας τῶν εὐαγγελίων <συμφώνους> παραστῆσαι θέλοντι ὁδῷ τῆς πνευματικῆς ἐκδοχῆς. 10.7.28 Εἰς δὲ τὸν αὐτὸν τόπον καὶ τοιούτῳ παρα δείγματι χρηστέον, ὅτι Παῦλος ὁ μὲν σαρκικὸς πεπρᾶσθαι λέγει ὑπὸ τὴν ἁμαρτίαν, καὶ οὐδὲν ἀνακρίνειν οἷός τε ἦν, «ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα», καὶ «ὑπ' οὐδενὸς ἀνακρί νεται». Καὶ τοῦ μὲν σαρκικοῦ εἰσιν φωναί· «Οὐ γὰρ ὃ θέλω τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ τοῦτο ποιῶ»· τοῦ δὲ πνευ ματικοῦ· «ὃ θέλω πράσσω, καὶ ὃ μισῶ οὐ ποιῶ». Ἀλλὰ καὶ ὁ ἁρπαγεὶς «ἕως τρίτου οὐρανοῦ» καὶ ἀκούσας «ἄρρητα ῥήματα» ἕτερος ἦν παρὰ τὸν λέγοντα· «Περὶ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι.» 10.7.29 Εἰ δὲ καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος γίνεται, ἵνα Ἰουδαίουςκερδήσῃ, καὶ τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον, <ἵνα τοὺς ὑπὸ νόμον> κερδήσῃ, τοῖς τε ἀνόμοις ὡς ἄνομος, «μὴ ὢν ἄνομος θεοῦ ἀλλ' ἔννομος Χριστοῦ», ἵνα κερδήσῃ τοὺς ἀνόμους, καὶ τοῖς ἀσθενέσιν ἀσθενής, ἵνα τοὺς ἀσθενεῖς κερδήσῃ, δῆλον ὅτι ἐξεταστέον αὐτοῦ τοὺς λόγους, ἰδίᾳ μὲν τοὺς Ἰουδαίους, ἰδίᾳ δὲ ὅτε ἐστὶν ὡς ὑπὸ νόμον, καὶ ἄλλοτε ὅτε ἐστὶν ὡς ἄνομος, ἔσθ' ὅτε δὲ ὅτε γίνεται ἀσθενής. 10.7.30 Οἷον ἃ λέγει «κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν», ἀσθενὴς ὢν λέγει· «Τίς, γάρ φησιν, ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ;» ὅτε δὲ ξύρεται καὶ προσφορὰν προσφέρει ἢ τὸν