πίστιν κληρο νομήσαντες καὶ γνῶσιν. Κληρονομία γὰρ λογικῆς φύσεώς ἐστι γνῶσις Θεοῦ. ΨΑΛΜΟΣ ΜΕʹ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, κ. τ. ἑ. Θεὸς μόνος καταφυγὴ, διὸ ἐπὶ μηδένα ἄλλον 12.1433 καταφεύγωμεν. Εἰ δυνάμει ὁ δυνάμενος δύναται, Θεὸς δὲ τῶν ἁγίων ἡ δύναμις, Θεῷ ὁ ἅγιος δύναται. Ἀλλὰ καὶ βοηθὸς ἐν θλίψεσιν ὁ Θεὸς, ἵνα ἐν αὐταῖς καυχησώμεθα ὑπομένοντες αὐτάς. Ἐπίστησον δὲ τὸ, «Πολλαὶ αἱ θλίψεις τῶν δικαίων·» ἑτέραι οὖσαι παρὰ τὰς μάστιγας τῶν ἁμαρτωλῶν. Καὶ διὰ τὸ στε νὴν καὶ τεθλιμμένην εἶναι τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς ζωὴν, ἣν ὀλίγοι εὑρίσκουσι· μήποτε εὑρίσκουσιν αἱ θλίψεις τοὺς δικαίους. «∆ιὰ τοῦτο οὐ φοβηθησό μεθα,» καὶ ἑξῆς. Ἐν τῇ συντελείᾳ οἱ μὲν ἁμαρτω λοὶ ὄντες γῆ ταραχθήσονται, οἱ δὲ ἅγιοι, ὄρη, μετα τεθήσονται τὴν μετάθεσιν τοῦ Ἐνώχ. Μετατέθειται δὲ καὶ ὄρος ὁ Ἰσραὴλ διὰ τὰ ἔθνη. Ἀπὸ κοινοῦ τὸ, «ἐν τῇ κραταιότητι αὐτοῦ,» ἵν' ᾖ· «∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα, ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι τὰ ὄρη» ἐν τῇ κραταιότητι αὐτοῦ. Τοῦ αὐτοῦ. Φεύγοντες τὴν πορνείαν, τῇ σω φροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις. ∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσε σθαι τὴν γῆν, κ. τ. ἑ. Θαλάσσας καὶ ὄρη νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, κ. τ. ἑ. Τοῦ ποταμοῦ τὰ ὁρμή ματα κατὰ τὰς διαιρέσεις τῶν χαρισμάτων καὶ τὰς διαιρέσεις τῶν διακονιῶν. Βοηθεῖται ἡ πόλις τοῦ Θεοῦ, ἐγγιζούσης ἡμέρας. Γράφεται δὲ καὶ, «Βοηθή σει αὐτῆς τῷ προσώπῳ·» σώζει γὰρ αὐτῆς τὸ κάλ λος ἄτρωτον, ἡνίκα παρὰ τῶν ἀντικειμένων ταράσ σεται. Τοῦ αὐτοῦ. Πόλις Θεοῦ ἤτοι ἡ Ἐκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ ἔκλιναν αἱ βασιλεῖαι. «Ἔδωκε φωνὴν αὐτοῦ ὁ Χριστὸς, ἐσαλεύθη ἡ γῆ·» ἀντὶ τοῦ, οἱ ἐπὶ τῆς γῆς, τῶν πανταχοῦ Ἐκκλησιῶν συνισταμένων. Τοῦ αὐτοῦ. Ἐὰν ἀκούσῃ φωνῆς Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ τἀναντία πάλαι φρονοῦσαι βα σιλεῖαι ὑπέκλιναν τὸν αὐχένα τῷ θείῳ ζυγῷ καὶ σωτηρίῳ· τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἷον φωνῇ τινι χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξεν. Ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ 12.1436 θυρεοὺς κατακαύσει ἐν πυρὶ, κ. τ. ἑ. ∆ύναται τὸ, «ἀνταναιρῶν πολέμους,» λέγεσθαι, ἐπεὶ ἐπαύσαντο ὑπὸ Ῥωμαίων οἱ πρότερον συνεχεῖς γινόμενοι πόλεμοι, ὑπὸ μίαν ποιησάντων βασιλείαν τὰς πρότερον πολλὰς μετὰ τὴν γένεσιν τοῦ Σωτῆρος. Γέγονε γὰρ «δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Ὁ Κύριος οὖν Ἰησοῦς ἔθετο τὰ ἐπὶ γῆς τέρατα, ἀνταναιρῶν τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, οὓς ἐπολεμοῦντο οἱ ἄνθρωποι. Ἀνταναιρῶν δὲ τοὺς πολέμους συνέτριψε τὸ τόξον, ἀφ' οὗ ἐπέμποντο τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, καὶ συνέκλασε τὸ ὅπλον αὐτοῦ, καὶ τοὺς θυρεοὺς κατέκαυσε. Τὸ δὲ «ὑψωθήσομαι» Θεοῦ φωνὴ λέγοντος ταῦτα, μετὰ τὸ ἀνταναιρεθῆναι τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, καὶ συντριβῆ ναι τόξον, καὶ συγκλασθῆναι ὅπλον. Τοῦ αὐτοῦ. Τόξον νῦν καὶ ὅπλον καὶ θυρεὸν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονη ρούς. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός, κ. τ. ἑ. Σχολῆς χρεία πρὸς τὸ γνῶναι τὸν Κύ ριον. ΨΑΛΜΟΣ Μʹ. Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. Οἱονεὶ φωνὴν ἀφιέτωσαν ἀγαλλιάσεως ἀπὸ τῶν καλῶν ἔργων αἱ χεῖρες ἡμῶν. Καὶ γὰρ ἀλαλάζοντες, καὶ ὅ τι ποτ' οὖν πράττοντες, ἤτοι τῷ Θεῷ ποιοῦμεν, ὅταν κατὰ Θεὸν ᾖ, ἢ τῷ διαβόλῳ, ὅταν κακίαν ἐνερ γοῦμεν. Οὕτω δὲ καὶ τῷ Θεῷ ψάλλομεν, καὶ τῷ βα σιλεῖ Χριστῷ, ἀπὸ κοινοῦ τὸ ἐν φωνῇ