1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

94

ἀναπληρωθήσεται, πόλιν ἀντὶ πολιχνίων αἱρουμένων, τὴν ὄνομα ἔχουσαν τῶν ἀνωνύμων καὶ εὐτελῶν. Οὐ μὴν δὲ καὶ καταφρονητέον τῶν τῇδε· ἀσφάλεια γὰρ τῶν ἐντὸς μεγίστη, εἰ τὰ κύκλῳ φεύγοι τὸν σάλον· ταῦτα δὲ τὸν σάλον φευξοῦνται, πολυωρούντων τῶν οἰκητόρων ἅμα τοῖς πεμπομένοις ἄρχουσιν. Ἀλλὰ τὰ μὲν κατὰ καιρὸν καὶ λεχθήσονται καὶ πραχθήσονται, Θεοῦ συναιρομένου δι' ἔλεος· νῦν δ' ἄγε κἀκείνοις δι' ὧν ἐπεμετρήθη ἡμῖν ἡ χάριςκαὶ γὰρ δίκαιονγράφοντες τὰ εἰκότα δείξωμεν, χάριν σφίσιν εἰδότες μετὰ Θεόν.» Τῷ τοι καὶ ἐκ τοῦ παραχρῆμα κελεύει γραφῆναι τὰ χαριστήρια, ἐκλέγεται δὲ καὶ οἷς ἂν πεμφθεῖσι τὴν κληροδότησιν ἐπιτρέψοι τῶν μεγιστάνων· τοῖς γὰρ πολλοῖς γε καὶ ἀνεβάλλετο τὸ διδόναι, καὶ πρόφασις ἐκείνῳ τό, διὰ σπάθης ἑλόντος, μηδένα εἶναι τὸν δικαίως ἂν τῶν ἰδίων, εἴ που παρεῖεν, ἐπὶ τῆς πόλεως ἀνθεξόμενον· περιῆσαν γὰρ ἔτι οὐκ ὀλίγα καὶ τῶν τυχόντων, ἐν ὀκτὼ μόνοις πρὸς τοῖς πεντήκοντα ἔτεσι κατεχομένης τοῖς ἐχθροῖς τῆς πόλεως· ἐν οἷς καὶ πάντα ἂν περιῆσαν, εἴ γε εἰρήνην εἶχον πρὸς ἐκείνους 215 οἱ βασιλεῖς· εἰ γὰρ μὴ τῶν ἐπιτηδείων ἐκ τῶν συχνῶν μαχῶν ἐν σπάνει ἐγένοντο, οὐκ ἂν καὶ τῶν θαυμαστῶν ναῶν ἥπτοντο. Πλὴν τὰ ξένα κατέχοντες καὶ αἰὲν ἐν δειλίᾳ ὄντες τοῦ ἐξωσθῆναι τῶν μὴ σφίσι προσηκόντων, ἔσπευδον ἄλλος ἄλλο τι εἰς χεῖρας τὸ ἀλλότριον ἔχων ὑποσπᾶν τε καὶ ὑποκλέπτειν, ὡς ἐπὶ πολὺ μὴ ἕξων. Ὁ μὲν οὖν βασιλεύς, ταῦτ' εἰπών τε καὶ πράξας, διὰ ταχέων ἀπέστελλε πρὸς τὸν καίσαρα, οὔθ' ἅπαξ ἕνα οὔτε τοὺς πάντας ἅμα, ἀλλὰ συχνοὺς καθ' ἡμέραν ἄλλους ἐπ' ἄλλοις, ἅμα μὲν πλειστάκις πρὸς ἐκείνου ζητῶν μανθάνειν περὶ ἑκάστων, ἅμα δ' ἐπιτάττων καὶ καθιστάναι τἀκεῖ, ὡς μετ' οὐ πολὺ κἀκεῖνος σὺν τοῖς ἀμφ' αὑτὸν ἐπιδημήσων· εὐτρεπίζεσθαι γὰρ καὶ τὰ τῶν παλατίων προσέταττεν. Οἱ δέ γε μεγιστᾶνες καὶ αὐτοὶ καθ' ἕνα τὸν οἰκεῖον ἀπέστελλον, ὡς αἰτήσοντάς τε καὶ ληψομένους τὰς κατοικίας· μηδὲ γὰρ καὶ αὐτοῖς εἶναι βραδύνειν, βασιλέως κινηθέντος. Ἐκεῖνοι μὲν οὖν ἐπιστάντες, καθὼς ἕκαστος εἶχε, τοῖς προστεταγμένοις προσεῖχον. Ὁ καῖσάρ τε διένεμε τοὺς οἴκους τοῖς τε προσώποις καὶ ταῖς ἀξίαις προσηκόντως· ἅμα δὲ καὶ διὰ σπουδῆς συνεχοῦς εἶχε, μηδ' ἀναπνεῖν ἐώμενος ταῖς φροντίσιν, ἡμέρας μὲν καθιστᾶν τὸ πλῆθος, Ῥωμαίοις μὲν πιστεύων, Ἰταλοὺς δ' ὑποπτεύων· ἦν γὰρ ἐνσεσωρευμένον πλῆθος, ξύγκλυδες ἄλλως καὶ ἀπόλεμοι ἄνδρες, ταῖς χειρὸς ἐργασίαις προσέχον. Ὅμως δὲ καὶ τὴν τούτων ὁρμήν, ὡς ἐπιθησο μένωντὸ γὰρ τοῦ γένους ἀλλότριον, τό τ' ἐξ ὑπογύου γυμνωθῆναι τῶν ὄντων καὶ πρὸς τὸ νεωτερίσειν ἑτοίμως ἂν ἔχειν, ὡς οὐ πολλῶν τῶν ἀντι στησομένων ὄντων, ἅμα δὲ καὶ μὴ ἀτρεμούντων ἔτι, ἔπειθε δεδιέναι. Ταῦτ' ἐν νῷ βαλλόμενος, ἡμέρας μὲν διὰ μελέτης εἶχε καταστέλλειν τὸ πλῆθος, φόβον ἐμποιῶν ὠμμένος, νυκτὸς δὲ διατάττων τοὺς διατρέχοντας καὶ νυκτεπάρχου τρόπον ἀγυιὰν ἑκάστην προσερευνῶν, μὴ κακὸς ἔξω πλανῷτο· πανταχοῦ γὰρ ἐκέκλαστο καὶ τὸ τεῖχος, καὶ ἦν ῥᾳδίως εἰσελθεῖν τε καὶ ἐξελθεῖν, καὶ πυλῶν κεκλεισμένων, ᾧ δὴ τοιαῦτα πράττειν ἦν βουλομένῳ. Ἀλλὰ καθ' ἡμέραν ἐπισωρευόμενοι πλείους ἔξωθεν, ξυνδιέφερον μὲν τὰς φροντίδας ἐκείνῳ, ἐν ἀφοβίᾳ δὲ τοὺς ἡμετέρους καθίστων. 217

λαʹ. Ὅπως ὁ βασιλεὺς εἴσεισιν εἰς τὴν πόλιν μετὰ τῶν περὶ αὐτὸν ἀρχόντων. Ὁ δὲ βασιλεύς, συνταξάμενος ὅσον ἦν τὸ περὶ αὐτόν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὴν αὐγούσταν, ἔτι δὲ καὶ τὸ νεογιλὸν θάλος τὸν ἐξ ἐκείνης Ἀνδρόνικον, οὗ δὴ καὶ τῇ προσηγορίᾳ τὸν πατέρα οὐκέτ' ὄντα ἐτίμα, οὗ τὴν μνήμην ὡς φιλοπάτωρ καὶ ἐνόρκιον ἐφ' ἑκάστῳ ἐτίθει, τὸν μέγαν ἐπὶ γλώσσης φέρων δομέστικον, καὶ τὴν τῆς αὐγούστης μητέρα, ἣν μεγάλην κυρίαν κατὰ τιμὴν ὠνόμαζον οἱ πολλοί, συνάμα τῇ γερουσίᾳ πάσῃ καὶ τῇ συγκλήτῳ τὴν ἐπὶ τῆς πόλεως ὥδευε καὶ δή, περαιωσάμενος τὸν Ἑλλήσποντον, ἐκεῖθεν ἐχώρει πρὸς τὸ Βυζάντιον. Ἐλθὼν δὲ καὶ τὴν Χρυσέαν πύλην κατειληφώς, ἐκεῖ καθήμενος ἐφ' ἡμέραις, τὴν ἐς πόλιν εἴσοδον, ὅπως θεοφιλῶς ἅμα καὶ μεγα λοπρεπῶς γένοιτο, ἀνεσκόπει τε καὶ συνέταττε. Καὶ δὴ