94
ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σὲ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν. Τῇ μὲν οὖν Τύρῳ καὶ τοῖς ἀλλοφύ λοις, περὶ ὧν ἄνω προειρήκαμεν, ἠπείλησεν ἐπάξειν τὰς συμφορὰς, ὡς ἡσθεῖσιν ἐπὶ τοῖς συμβεβηκόσι τῷ Ἰσραήλ· τῇ δὲ Αἰγύπτῳ οὐ τοῦτο μέμφεται, ἀλλὰ πᾶν τοὐναντίον, ὅτι τῇ παρ' αὐτῆς βοηθείᾳ θαῤῥῆσαι τὸν λαὸν παρασκευάσασα, τῆς μὲν θείας αὐτὸν προνοίας ἀπεγύμνωσεν, οὐδὲν δὲ τοῦτον διὰ τῆς οἰκείας ὤνησεν ἐπικουρίας. Τοῦτο γὰρ διὰ τῆς καλαμίνης παρεδήλωσε ῥάβδου, συντριβείσης δι' ἀσθένειαν, καὶ συνθλασθείσης. Οὕτω καὶ ὁ Σεννα χηρεὶμ παρὰ τῷ Ἡσαΐᾳ τὴν Αἰγυπτίων βοήθειαν προσηγόρευσε· "Πέποιθε γὰρ, φησὶν, ἐπὶ τὴν ῥά βδον τὴν καλαμίνην, τὴν τεθλασμένην, ἐπ' Αἴγυπτον· ὡς ἐὰν ἐπιστηριχθῇ ἀνὴρ ἐπ' αὐτὴν, εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ· οὕτως ἐστὶ βασιλεὺς Αἰγύπτου, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ." Τοῦτο καὶ ἐνταῦθα ἔφη· "Ἐπελάβοντό σου τῇ χειρὶ αὑτῶν, ἐθλάσθης, καὶ ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα ἡ χείρ." Καταγέλαστοι, φησὶ, καὶ ἐπίχαρτοι τοῖς πολεμίοις ἐγένοντο, σοῦ δίκην καλαμίνης ῥάβδου συνθλασθείσης καὶ ἡττηθείσης. ηʹ, θʹ. ∆ιὰ τοῦτο τάδε λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ, καὶ κτήνη. Καὶ ἔσται ἡ Αἴγυπτος εἰς ἀπώλειαν καὶ ἐρήμωσιν, καὶ γνώ σονται, ὅτι ἐγώ εἰμι Κύριος. Ἐπειδὴ δὲ μέγα φρονῶν, καὶ τοῖς ἄλλοις ὑπισχνοῦ βοηθεῖν, μαθήσῃ τῇ πείρᾳ, ὡς οὐδὲ τῆς οἰκείας γῆς ὑπερμαχῆσαι δυνήσῃ, ἐμοῦ σοι τὴν τιμωρίαν ἐπάγοντος· ἐπιγνώ σεται δὲ ὁ ἐμὸς λαὸς τὴν ἐμὴν δυναστείαν. Εἶτα πάλιν τῶν τῆς ἀλαζονείας αὐτῶν ἀναμνήσας ῥη μάτων, "Ἔλεγες γὰρ, φησὶν, ὅτι Ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς·" ἐρημίαν ἀπειλεῖ τῇ Αἰγύπτῳ, οὐ πάσῃ, ἀλλ' ἢ ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ οὐδὲ ταύταις ταῖς πόλεσι διηνεκῆ τὴν ἐρημίαν, ἀλλὰ χρόνον τινά. 81.1108 ιʹ-ιβʹ. ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σέ, καὶ ἐπὶ πάν τας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον, καὶ ῥομφαίαν, καὶ ἀπώλειαν, ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, καὶ ἕως ὁρίων Αἰθιό πων. Οὐ μὴ διέλθῃ αὐτὴν, φησὶ, ποὺς ἀν θρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ ἐπ' αὐτὴν, καὶ οὐ κατοικηθήσονται τεσσαράκοντα ἔτη. Καὶ δώσω τὴν γῆν αὐτῆς, εἰς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται ἀφανεῖς τεσ σαράκοντα ἔτεσι· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς ἐν ταῖς χώ ραις. Ἄῤῥητος ἡ τοῦ Θεοῦ φιλανθρωπία, μέτρῳ μέν τινι καὶ σταθμῷ τὰς τιμωρίας ἐπάγουσα, πάλιν δὲ τὰ πληττόμενα θεραπεύουσα· αὐτοῦ γάρ ἐστιν ἡ φωνή· "Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω, πατάξω, κἀγὼ ἰάσομαι." Κἀνταῦθα τοίνυν ἀπειλεῖ τοῖς Αἰ γυπτίοις αἰχμαλωσίαν, καὶ διασπορὰν, καὶ ἐρημίαν, ἀλλ' ὀλίγῳ χρόνῳ περιορίζει τὴν ἐρημίαν. Τεσσα ράκοντα, φησὶν, ἔτη ἄβατος ἔσται, καὶ οὐ πᾶσα ἡ Αἴγυπτος, ἀλλ' ἀπὸ Μαγδωλοῦ καὶ Συήνης, ἕως τῶν ὁρίων Αἰθιόπων, καὶ εὐθὺς ὑπισχνεῖται τὴν ἀνά κλησιν. ιγʹ, ιδʹ. Μετὰ τεσσαράκοντα γὰρ, φησὶν, ἔτη συνάξω τοὺς Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ. Καὶ ἀποστρέψω τὴν αἰ χμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικιῶ αὐτοὺς ἐν γῇ Παθούρης, ἐν τῇ γῇ ὅθεν ἐλήφθησαν. Οὕ τως ὑποσχόμενος τὴν τῆς αἰχμαλωσίας ἀπαλλαγὴν, προλέγει καὶ τὴν ἐσομένην τῆς βασιλείας ἐκείνης σμικρότητα. ιεʹ. Καὶ ἔσται γὰρ, φησὶν, ἀρχὴ ταπεινὴ ἐκεῖ, παρὰ πάσας τὰς ἀρχὰς, καὶ ἔσται ταπεινοτάτη, τοῦ μὴ ὑψωθῆναι ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγο στοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι. Μαρτυρεῖ τῇ προφητείᾳ τὰ πράγματα τὴν ἀλήθειαν. Καταλυθεῖσα γὰρ ὑπὸ τοῦ Ναβουχοδονόσορ τῶν Αἰγυπτίων ἡ βασιλεία ἀν ήνθησε πάλιν ἐπὶ Κύρου τοῦ Πέρσου, ἀλλὰ τὴν προτέραν οὐκ ἀπέλαβε δυναστείαν. Οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, Καμβύσης ὁ Κύρου ταύτην πάλιν καταλύσας, ὑπήκοον ἐποιήσατο, καὶ δασμὸν φέρειν ἠνάγκασεν· ὕστερον δὲ καὶ Μακεδόνας ἐδέξατο βασιλέας, παντελῶς τῶν Αἰγυπτίων παυσαμένων βασιλέων. ιʹ. Καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ