αὐτοῦ βασιλεῖς. - Κρινεῖ ἐν τοῖς εθνεσι, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Χάριτι Θεοῦ αὐτοῦ μὲν ἀκούει ὁ προφήτης α ειπε Χριστῷ, ἐν τοῖς πρώτοις δύο στίχοις καὶ τοῖς μετὰ τὸν τρίτον τέτταρσι· κινούμε νος δὲ ὑπὸ τοῦ ἁγίου Πνεύματος, λέγει τὰ ἐκ προσώπου αὐτοῦ τρία στιχία τοῖς μετὰ τὸν εβδομον. Εἰς τὸν Κύριον ἡμῶν καὶ Θεὸν τὸν Χριστὸν ειρηται, τὸν μονογενῆ καὶ πρωτό τοκον· πρωτότοκον μὲν κατὰ τὴν σάρκα, μονογενῆ δὲ κατὰ τὴν θεότητα· εις γὰρ σὺν ἀμφοτέροις καὶ Υἱὸς καὶ Κύριος. ̓Επιτρέ πεται δὲ καθίσαι οὐχ ὡς μονογενὴς, κατὰ τοῦτο γὰρ συναΐδιος, ἀλλὰ ὡς πρωτότοκος καὶ κληρονόμος. ∆ηλωθέντος γὰρ διὰ τοῦ προλαβόντος ψαλμοῦ τοῦ πάθους, νῦν τὰ μετὰ τὴν ἀνάληψιν ὁ παρὼν προθεσπίζει. Τοῦτο καὶ Πέτρος εἰς τὸν Κύριον ἐξελά βετο, καὶ αὐτὸς ὁ Σωτὴρ, οὐκ ἐκβάλλων τὸ ειναι υἱὸν τοῦ ∆αυὶδ τὸν Χριστὸν, ἀλλὰ τῷ ὁμολογουμένῳ τὸ ἀγνοούμενον προστιθείς· (Τὸ μὲν γὰρ ειναι υἱὸν τοῦ ∆αυὶδ τὸν Χριστὸν οἱ Φαρισαῖοι ἐγίνωσκον, οτι δὲ κύριος ην τοῦ ∆αυὶδ ἠγνόουν). Κάθου ἐκ δεξιῶν μου, ἀντὶ τοῦ· μετέδωκε τῷ Κυρίῳ μου ὁ Κύριος τῆς ἐκ δεξιῶν καθέδρας, μετέδωκε δὲ διὰ τὴν σάρκα, τὴν μὴ εχουσαν τοῦτο πρὸ τού του, οὐ διὰ τὴν θεότητα, τὴν ἐκ φύσεως τοῦτο κεκτημένην. Οὐδεὶς γὰρ τῷ εχοντι δίδωσι α εχει· καὶ ̓Ιουδαίων γὰρ ψιλὸν αν θρωπον αὐτὸν ὑπολαμβανόντων, ὡς ἐκ ∆α υὶδ εδειξεν, αὐτὸς Κύριος ων διὰ τὴν θεό τητα ἐν εὐαγγελίοις. Τὸ δὲ εως αν θῷ, οὐ κατὰ περιορισμὸν, ἀλλὰ κατὰ περιουσίαν λέγει, οὐ δὲ γὰρ εως τότε κάθηται, εως τεθῶσιν οἱ ἐχθροὶ ὑποκά τω, μετὰ δὲ τοῦτο τῆς τιμῆς ἐξίσταται· εδει γὰρ αὐτὸν μᾶλλον, τοῦ πολέμου ἐνεστῶτος, ιστασθαι καὶ ἀγωνιᾶν, ινα καὶ ἀνθρωπίνως ειπω, μετὰ δὲ τὴν νίκην κατῆσθαι. ̓Αλλ' ο περ ειπον, κατὰ περιουσίαν τοῦτο καὶ ἐπί τασιν λέγει, ὡς τό· ̓Εγώ εἰμι, καὶ εως ου γηράσητε, ἐγώ εἰμι· οὐ γὰρ μετὰ τὸ γηρᾶ σαι ̓Ιουδαίους, οὐκ εμελλεν εσεσθαι. Εἰς τό· ἐκ δεξιῶν μου, ἐπεὶ εστι τι καὶ ἐξ εὐωνύμων τοῦ Θεοῦ, παραθησόμεθα ἐκ τῆς τρίτης τῶν βασιλειῶν ταῦτα· Ειδεν Θεὸν ̓Ισραὴλ καθήμενον ἐπὶ θρόνον αὐτοῦ, καὶ πᾶσα ἡ στρατειὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν. Ιδε εἰ δύναται τό· Κάθου ἐκ δεξιῶν μου εἰρῆσθαι, ὡς τό· Οὐκ οιδατε τί αἰτεῖσθε. Τὸ δὲ καθί σαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων, οὐκ εσ τιν ἐμὸν τοῦτο δοῦναι, ἀλλ' οις ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. Ειρηται δὲ τοῦτο, οὐχ οτι ὁ Θεὸς εχει δεξιὰ καὶ ἀριστερὰ, ὁ ἀσχη μάτιστος καὶ πάντα πληρῶν. Εως αν θῷ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐχθρὸς διαφερόντως μέν ἐσ τιν ὁ διάβολος καὶ οἱ τούτου διάκονοι δαίμο νες, πρὸς δὲ τούτοις καὶ οἱ τοῖς θείοις αὐτοῦ κηρύγμασιν ἀντιπίπτοντες, ̓Ιουδαῖοι καὶ Ελληνες. Τὸ δὲ εως οὐ χρόνου σημαντικὸν, ἀλλ' ἰδίωμα τῆς γραφῆς ἐπὶ τοῦ ἀδιαλείπ τως ἀεὶ τίθεσθαι. 109.7 ̓Εκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. Ζητήσεις τὸν ἐκ χειμάῤῥου ἐν ὁδῷ πίνον τα Κύριον, καὶ διὰ τὸ πίνειν ἐκ χειμάῤῥου ἐν ὁδῷ ὑψοῦντα τὴν κεφαλὴν, οιμαι, ἐκείνου ἀφ' ου ἐκ χειμάῤῥου οντως πίνει. -Εἰ διὰ τοῦτο ὑψώσει τὴν κεφαλὴν αὑτοῦ ὁ Χρισ τὸς, ἐπειδὴ ἐκ τοῦ χειμάῤῥου τοῦ ἐν τῇ ὁδῷ επιεν υδωρ, τάχα ὁ χείμαῤῥος τὸν ἐν τῷ βίῳ τούτῳ θάνατον αὐτοῦ σημαίνει, ον ἐν εὐαγ γελίοις ποτήριον ὀνομάζει· Πάτερ, λέγων, εἰ δύνατόν ἐστι, παρελθέτω τὸ ποτήριον τοῦτο. Καὶ πάλιν· Οταν ὑψωθῶ, φησὶν ὁ Σωτὴρ, εἱλκύσω πάντα πρὸς ἐμαυτόν. 110.1 ̓Εξομολογήσομαί σοι, Κύριε, ἐν ολῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴ καὶ συναγωγὴ εὐθέων γενεά ἐστιν εὐθέων. Ειποι δ' αν τις· ∆ός μοι βουλὴν εὐ θέων, ἑκάστου τῶν ἐν τῇ βουλῇ οντος εὐ θείᾳ, ὁμοίως καὶ συναγωγὴν, καὶ ἐξομολογή σομαι ἐν ολῃ καρδίᾳ αὐτοῖς. Εστιν αγιος, εστιν εὐθεῖα γραμμὴ, ητις ἐξ ισου τοῖς ἐφ' ἑαυτῆς σημείοις κεῖται. Οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ σὺν ἐμοὶ τῶν εὐσεβῶν ὁ σύλλογος, κατ' ἐκεῖνον [ειπον· Μεγάλα τὰ εργα Κυ ρίου], ἐξεζητημένα πάντα τὰ θελήματα αὐ τοῦ. 110.3 ̓Εξομολόγησις καὶ μεγαλοπρέπεια, τὸ εργον αὐτοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ μέ νει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Εἰ ἡ δικαιοσύνη