μεγάλου βασιλέως. Κατὰ τοῦτο δύναται ἐν τῷ Εὐαγγελίῳ εἰρῆσθαι, Ἱεροσόλυμα εἶ ναι τοῦ μεγάλου βασιλέως, ὡς ἐνθάδε· «Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.» Ὥσπερ δὲ μέγας ἱερεὺς λέγεται πρὸς ἀντιδιαστολὴν τοῦ ὑπ' αὐτὸν ἱερατεύματος, οὕτω καὶ μέγας βασιλεύς· βασιλεὺς γάρ ἐστι βασιλευόν των. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν, κ. τ. ἑ. Ἵνα ταυτὸ εἴπωσι πάντες, καὶ μὴ ᾖ ἐν αὐτοῖς σχίσματα. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θάρσις, κ. τ. ἑ. Θάρσεις, θαλάσσης. Λέγεται δὲ Θάρσεις μέρος Αἰθιοπίας· καὶ Ταρσὸς ἡ πόλις παρὰ Ἰωνᾷ Θαρσεῖς καλεῖται. Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, κ. τ. ἑ. Ἔξω μὲν τῆς πόλεως ἠκούσαμεν· εἴδομεν γενόμενοι ἐν τῇ πόλει, ἃ πρότερον ἠκηκόα μεν. Καὶ γενόμενοι ἐν μέσῳ τοῦ ναοῦ σου, ὑπελά βομεν τὸ ὄνομά σου ἐν τῇ Χριστοῦ παρουσίᾳ. Ἀξίως τοῦ ὀνόματος τοῦ Θεοῦ γέγονεν ἡ αἴνεσις αὐτῶν. Τοῦ αὐτοῦ. Ὅσα διὰ τῆς πίστεως ἀκούομεν περὶ Θεοῦ, ταῦτα διὰ τοῦ καθαροῦ βίου γινώσκομεν, τῶν πεπιστευμένων τὰς ἀποδείξεις διὰ τῆς ἀπαθείας λαμβάνοντες. ∆ικαιοσύνης πλήρης ἡ δεξιά σου, κ. τ. ἑ. Ὁ Χριστός ἐστιν ἡ δεξιὰ τοῦ Θεοῦ, πεπληρωμένος δικαιοσύνης. ∆ιὸ «καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Εὐφρανθήτω ὄρος Σιών, κ. τ. ἑ. Εὐφραίνηται τὸ Σιὼν ὄρος, καὶ ἀγαλλιῶσιν αἱ θυγατέρες τῆς Ἰουδαίας ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ, τῷ θεω ρεῖν αὐτῶν τοὺς λόγους, καὶ κατὰ τοὺς λόγους ἔργα. 12.1441 Καὶ οἱ νοήσαντες τὴν Σιὼν κυκλοῦσιν αὐτὴν, καὶ περιλαμβάνουσιν αὐτήν· καὶ ἀναβάντες ἐπὶ τοὺς πύργους αὐτῆς, διηγοῦνται ἄνωθεν τοῖς μηδέπω δυνηθεῖσιν ἀναβῆναι ἐπὶ τοὺς πύργους αὐτῆς, λέ γοντες· Θέσθε τὰς καρδίας ὑμῶν, ἵνα κατανοῆτε τὴν δύναμιν αὐτοῦ, καὶ ἕκαστος δι' ὧν πράττει πολι τευόμενος ἀξίαν τὴν μνήμην λάβῃ τῆς κατὰ διαι ρέσεως τῆς πόλεως. Ἢ καὶ οὕτως· Τῆς γνώμης τῆς ἐκκλησιαστικῆς σκοπευτικῆς οὔσης τῆς ἀληθείας, καὶ διὰ τοῦτο Σιὼν καλουμένης, περιληπτέον αὐτῆς ἐν διανοίᾳ τὰ δόγματα. Ἐπιστημονικῶς τοίνυν κα τανοήσαντες τὴν ταύτης διδασκαλίαν, διαιρετικῶς ἕκαστον ἐξετάζετε. Βάρεις γὰρ αὐτῆς αἱ καθ' ἕκα στον θεωρίαι, ἐν αἷς οἰκεῖ τῆς εὐσεβείας τὰ δό γματα. Καὶ ἐπεὶ ἡ προτέρα γενεὰ, ἡ τὴν πόλιν καὶ τὴν δύναμιν αὐτῆς παραλαβοῦσα, πονηρὰ ἠλέγχθη, ἐπιστήσαντες τῇ δυνάμει τῆς πόλεως, καὶ καταδιε λόντες τὰς βάρεις αὐτῆς, γνώσεσθε τὰ περὶ τῆς κλήσεως τῶν ἁγίων, ἥτις ἐστὶν ἑτέρα γενεὰ παρὰ τὴν προτέραν· εἴπερ καὶ διηγήσεσθε, ὅτι οὗτός ἐστιν ὁ Θεὸς, ὁ τὰ προειρημένα παράδοξα ποιήσας, ἀπο βαλὼν τὴν προτέραν γενεὰν, αἰώνιος ὢν, καὶ ἀεὶ ὡσαύτως ἔχων. Καὶ αὐτὸς ποιμανεῖ ἡμᾶς κατὰ τό· τοῦ ἐν ἰσχύϊ Κύριος.» Καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, κ. τ. ἑ Ταῦτα πληροῦνται ἐπὶ τῶν μαθητῶν μεριζο μένων τὴν οἰκουμένην, ἐπὶ τῷ διηγήσασθαι, ὅτι Χρι στός ἐστιν ὁ Θεὸς ἡμῶν ὁ ποιμαίνων ἡμᾶς. ΨΑΛΜΟΣ ΜΗʹ. Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. Ἀκού σατε ταῦτα, πάντα τὰ ἔθνη, κ. τ. ἑ. ∆ύναται εἰς τὴν ἑκάστου νίκην τῶν ἐν τῷ ἀγωνίζεσθαι νικώντων ἀναφέρεσθαι ἡ ἐπιγραφή. Τὸ δὲ, «Ἀκού σατε,» Χριστοῦ φωνὴ, πάντα τὰ ἔθνη προσκαλου μένου, τοῦ εἰπόντος· «∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες.» Καὶ ἐπεὶ ἀπὸ τῆς λέξεως τῶν Γραφῶν οἰκοδομεῖται καὶ ἁπλούστερον γηγενής τις καὶ πένης ὢν, ὠφελεῖται δὲ μᾶλλον καὶ ὁ διαβαίνειν δυνάμενος ἐπὶ τὰ πνευματικὰ, υἱὸς ἀνθρώπου καὶ πλούσιος τυγχάνων, διὰ τοῦτο ἅμα καὶ ἐπὶ τὸ αὐτὸ πάντας, ὡς ἐπὶ τὴν ἑστίασιν, τὴν ἀκρόασιν καλεῖ. Ἡ ἐπὶ τὸ αὐτὸ κλῆσις πλουσίου καὶ πένητος ἐπὶ ἰσότητα καὶ ἀτυφίαν προσκαλεῖται ἡμᾶς. Τρεῖς δὲ εἶπεν ἐξ ἐναντίας συζυγίας, ἔθνη καὶ γηγενεῖς, πλούσιον καὶ πένητα, οἰκουμένην καὶ υἱοὺς ἀνθρώπων. Οἱ ἀλλό τριοι τῆς πίστεως διὰ τῶν ἐθνῶν ἐκλήθησαν. Οἱ ἐν τῇ Ἐκκλησίᾳ εἰσὶν οἱ κατοικοῦντες τὴν οἰκου μένην. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ με λέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παρα βολὴν τὸ οὖς μου· ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρό βλημά μου, κ. τ. ἑ. Χριστοῦ τὸ στόμα σοφίαν λαλεῖ. Εἰσὶ δὲ στόμα Χριστοῦ οἱ τὸν λόγον αὐτοῦ διακονοῦντες, οἱ δὲ λοιποὶ τὸ λοιπὸν αὐτοῦ σῶμα. Καὶ εἰ ἔστι μελέτη