Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
θρήνους πολλοὺς καὶ ποικίλους καὶ ἀμετρήτους ἀνδραποδισμοὺς τῶν εὐγενῶν ἀρχουσῶν καὶ παρθένων καὶ ἀφιερωμένων τῷ Θεῷ, συρομένων ὑπὸ τῶν Τουρκῶν διὰ τῶν ἐθειρῶν καὶ κομῶν καὶ πλοκάμων τῆς κεφαλῆς ἔξωθεν τῶν ἐκκλησιῶν μετὰ ὀδυρμῶν ἀνίλεων, τὴν βοὴν καὶ κλαυθμὸν τῶν παίδων, τοὺς ἱεροὺς καὶ ἁγίους οἴκους λεηλατισμένους. Τὸ φρικῶδες καὶ ἀκουόμενον· ἦν τὸ θεῖον αἷμα καὶ σῶμα Χριστοῦ κατὰ γῆς χεόμενον καὶ ῥιπτόμενον καὶ τὰ τιμαλ φῆ δοχεῖα τούτου ἁρπάζοντες, τὰ μὲν διέθραυνον, τὰ δὲ σῶα ἐνεκολπίζοντο. Καὶ τοὺς ἐγκεκοσμημένους κόσμους ὁμοίως ἐποίουν. καὶ τὰς ἐγκεκοσμημένας ἁγίας εἰκόνας μετὰ χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτίμων κατεπάτουν καὶ τοὺς κόσμους αἴροντες, κλίνας καὶ τραπέζαν ἐποίουν· καὶ μετὰ τῶν τῶν ἱερέων ἐνδυμάτων τῶν ἐκ σηρικῶν καὶ 432 χρυσουφάντων ὄντων τοὺς ἵππους ἐσκέπαζον· καὶ ἄλλοι ἐπ' αὐτοῖς ἤσθιον· καὶ τοὺς πολυτίμους μαργάρους τῶν ἁγίων κειμηλίων ἀναρπάστους ἐποίουν, τὰ ἅγια λείψανα καταπατοῦντες. Καὶ ἕτερα ἀνοσιουργήματα πλεῖστα ἐποίουν ἄξια θρήνου οἱ τοῦ ἀν τιχρίστου πρόδρομοι. 5. Ὢ τῶν σοφῶν σου κριμάτων, Χριστὲ βασιλεῦ, ὡς ἀνερμηνεύεται καὶ ἀνεξι χνίαστά εἰσι· καὶ ἦν ἰδεῖν τὸν παμμέγιστον ἐκεῖνον ναὸν καὶ θειότατον τῆς Θεοῦ Σο φίας, τὸν οὐρανὸν τὸν ἐπίγειον, τὸν θρόνον τῆς δόξης τοῦ Θεοῦ, τὸ Χερουβικὸν ὄχη μα καὶ στερέωμα δεύτερον, τὴν Θεοῦ χειρῶν ποίησιν, τὸ θέαμα καὶ ἔργον ἄξιον, τὸ πάσης τῆς γῆς ἀγαλίαμα, τὸν ὡραῖον καὶ ὡραίων ὡραιότερον· οὗ ἔσωθεν τῶν ἀδύ των καὶ ἄνωθεν τῶν ἁγίων τραπεζῶν ἤσθιον καὶ ἔπιον καὶ τὰς ἀσελγεῖς γνώμας καὶ ὀρέξεις αὑτῶν μετὰ γυναικῶν καὶ παρθένων καὶ παίδων ἐπάνωθεν ἐποίουν καὶ ἔπρα τον. Τίς μὴ θρνηνήσῃ σε, ἅγιε ναέ; Καὶ πανταχοῦ πᾶν κακὸν ἦν καὶ πᾶσα κεφαλὴ ἤλγει. 6. Ἐν οἴκοις θρῆνοι καὶ κλαυθμοί, ἐν τριόδοις ὀδυρμοί, ἐν ναοῖς ὀλοφυρμοί, ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, ἑλκυσμοί, ἀνδραποδισμοί, διασπασμοί τε καὶ βιασμοί. Οἱ σεμνοὶ τῷ γένει ἀτίμως περιῇσαν, οἱ πλούσιοι ἀνόσιοι· αἱ πλατεῖαι, αἱ γωνίαι κατὰ πάντα τόπον πανταχοῦ πασῶν κακῶν ἦν ἔμπλεα· οὐ τόπος ἀνεξερεύνητος ἢ ἄσυλος ἔμεινε. Ὦ Χριστὲ βασιλεῦ, τῆς τότε θλίψεως καὶ στενοχωρίας πᾶσαν πόλιν καὶ χώραν, ἣν οἰκοῦσιν οἱ χριστιανοί, ἐλευθέρωσον. Καὶ πάντα κῆπον καὶ οἶκον οἱ ἀσεβεῖς οὐκ εἴασαν ἀνώρυκτον, ἵνα τὰ κεκρυμμένα χρήματα εὕρωσι· καὶ πλείστων μὲν νέων θησαυρῶν καὶ παλαιῶν καὶ ἑτέρων πολυτίμων πραγμάτων εὑρόντες ἐνεπλήσθησαν.
XI .̔Ως οὖν ἡ πόλις ἑάλω, ὁ ἀμηρᾶς ἔνδον εἰσελθὼν εὐθὺς πάσῃ σπουδῇ ζή τησιν ἐποίει περὶ τοῦ βασιλέως, κατὰ νοῦν μὴ λογιζόμενος ἄλλο, εἰ μὴ μόνον μα θεῖν, εἰ ζῇ ἢ τέθνηκεν ὁ βασιλεύς. Καί τινες μὲν ἐλθόντες ἔλεγον, ὅτι ἔφυγεν, ἄλλοι δὲ ἐν τῇ πόλει ἔλεγον εἶναι κεκρυμμένον, ἄλλοι δὲ τεθνάναι μαχόμενον. Καὶ θέλων πιστοθῆναι ἀληθῶς ἔστειλεν, ἔνθα τὰ σώματα τῶν ἀναιρεθέντων ἔκειτο σωροειδῶς χριστιανῶν τε καὶ ἀσεβῶν· καὶ πλείστας κεφαλὰς τῶν ἀναιρεθέντων ἔπλυναν, εἰ τύ χῃ καὶ τὴν βασιλικὴν γνωρίσωσι. Καὶ οὐκ ἐδυνήθησαν γνωρίσαι αὐτήν, εἰ μὴ τὸ τε θνεὸς πτῶμα τοῦ βασιλέως εὑρόντες, ἐγνώρισαν αὐτὸ ἐκ τῶν βασιλικῶν περικνημί δων ἢ καὶ πεδίλων, ἔνθα χρυσοῖ ἀετοὶ ἦσαν γεγραμμένοι, ὡς ἔθος ὑπῆρχε τοῖς βασι λεῦσι. Καὶ μαθὼν ὁ ἀμηρᾶς περιχαρὴς καὶ εὐφραινόμενος ὑπῆρχε· καὶ προστάξει αὐ τοῦ οἱ εὑρεθέντες Χριστιανοὶ ἔθαψαν τὸ βασιλικὸν πτῶμα μετὰ βασιλικῆς τιμῆς. 2. Οὐαί, οὐαὶ κἀμοὶ τῆς προνοίας ἐν τίνι καιρῷ με φυλαττούσης· Ἦν δὲ πᾶσα ἡ ζωὴ τοῦ ἀοιδίμου ἐν βασιλεῦσι καὶ γαληνοτάτου καὶ μάρτυρος τούτου χρόνοι τεσσαράκοντα ἐννέα καὶ μῆνες τρεῖς καὶ ἡμέ ραι εἴκοσι. 3. Ὁ δὲ ἀμηρᾶς τῇ νίκῃ τῇ μεγάλῃ ἐπαρθεὶς καὶ πλείστης κενοδοξίας πλησθεὶς καὶ τὴν ὀφρὺν ἐπαρθεὶς ὠμὸς καὶ ἀνελεήμων ἐφάνη. Προσελθὼν δὲ αὐτῷ ὁ μέγας δοὺξ 434 ὁ κὺρ Λουκᾶς ὁ Νοταρᾶς προσεκύνησεν αὐτὸν καὶ δείξας αὐτῷ θησαυρὸν πολύν, ὃν εἶχε κεκρυμμένον, καὶ λίθους καὶ μαργάρους καὶ ἕτερα λάφυρα ἄξια βασιλεῦσιν, ἃ ἰδὼν ὁ ἀμηρᾶς καὶ πᾶσα