De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
ἀκονιτὶ μέν, ὦ 'γαθέ· τὸ γάρ τοι χρῆμα δυσδιε ξίτητον μέν, πλὴν ἐξ ἀναγκαίων συλλογισμῶν, φιλοθηρεῖν εὖ μάλα παρέσται τἀληθές. Πρῶτον μὲν γάρ, εἰ τῇδε φρονεῖν ἐγνώκασιν, ἀφαιρούντων αὐτοῦ, καὶ πρό γε τῶν ἄλλων, τὴν τῆς θεότητος δόξαν, καὶ ἥκιστα μὲν Υἱόν, πάντα δὲ μᾶλλον ὁμολογούντων ἢ τοῦτο, Ἰουδαίοις δὲ ὡς πεπωρωμένοις ἀναδεικνύμενοι σύμφρονες, καὶ καταλευόν των ἤδη, τῆς εἰς αὐτὸν εὐσεβείας εἰσάπαν ἠφειδηκότες. Ἑλομένῳ δὲ τὰς αἰτίας ἀναπυνθάνεσθαι τῆς οὕτως ἀκράτου καὶ δεινῆς ἀπονοίας, φάσκοντί τε· "Πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἀπὸ τοῦ Πατρός μου· διὰ ποῖον αὐτῶν ἐμὲ λιθάζετε;" βοώντων ἀφιλοθέως· "Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σύ, κτίσμα ὤν, ποιεῖς σεαυτὸν Υἱὸν Θεοῦ." Προσεκτέον δὲ ἡμῖν οὐχὶ τοῖς εἰς τοῦτο πεσοῦσιν ἐμβροντησίας, οὐδὲ τοῖς ὧδε τὸν νοῦν κατηρρωστηκόσι καὶ παρειμένοις τὴν φρένα καὶ κατεφθορόσι τὸν λογισμόν, ἀλλ' οἷς ἂν αὐτὸς ἐναυλίζοιτο διὰ τοῦ Πνεύματος ὁ Χριστός, τὴν τοῦ μυστηρίου γνῶσιν ἀκαπήλευτον ἐντιθείς. Υἱὸν δὲ ἡμῖν ὁ θεοκλυτήσας Παῦλος ὠνόμασε τὸν Μονογενῆ, καὶ μὴν καὶ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Πατρός, καὶ ἐν χαρακτῆρος δέχεται τάξει, διὰ τὸ εἰσάπαν, οἶμαί που, περικαλλές, καὶ ὡς ἔνι μάλιστα λεπτὸν καὶ ἠκριβωμένον εἰς ἐμφέρειαν. Ἀσωμάτῳ δὲ πρὸς ἀσώ ματον, τί ἂν γένοιτο τὸ ἰσοτυποῦν, νοοῖτο δ' ἂν ὅπως τὸ ταὐτοειδές, πῶς οὐκ ἄξιον ἰδεῖν; Τὸ γὰρ ἀπωτάτω σώματος σχηματισμῶν οὐκ ἀνέχεται καὶ διαμορφώσεων ἀποφοιτᾷ· καὶ ἁπαξαπλῶς τὰ σωμάτων ἴδια πῶς ἂν εἰσδέξαιτο; Ὥσπερ γάρ, κατά γε τὸ αὐτῷ μοι καλῶς ἔχειν δοκοῦν, οὐκ ἂν ἐνυπάρξαι πώποτε τὰ τῶν ἀσωμάτων ἴδια σώμασι τοῖς ἁπτοῖς τε καὶ αἰσθητοῖς, οὕτως ἀνεπίδεκτα παντελῶς εἶεν ἂν τοῖς αἰσθήσεως ἀνωτέρω, καὶ ἐν ἀσωμάτῳ φύσει τὰ 553 ὅσαπερ ἂν τοῖς αἰσθητοῖς ἐπισυμβαίνῃ σώμασιν. Ἦ διανοῇ τι καὶ λέγειν ἂν ἔχοις αὐτὸς παρὰ τοῦτο ἕτερον; {Β.} Οὐκ ἂν ἔχοιμι· πῶς γάρ; {Α.} Φέρε δὴ οὖν, ἐπείπερ ἡμῖν ἀσώματος ὁ Πατήρ, ταῖς ὑπὲρ κτίσιν ἐννοίαις εἰδοποιοῦντες ὡς ἔνι τὴν ἄφραστόν τε αὐτοῦ καὶ ἀκήρατον φύσιν, καὶ τὰς τῶν ἀρχαιοτέρων πολυπραγμονῶμεν δόξας. Εἴη γὰρ ἂν οὕτω χαλεπὸν οὐδὲν καὶ ἐπ' αὐτὴν ἰέναι λοιπὸν τὴν εἰκόνα τὴν ἀπαράλλακτον αὐτοῦ, φημὶ δὴ τὸν Υἱόν. {Β.} Ἴωμεν· ἔφης γὰρ ὀρθῶς. {Α.} Οὐκοῦν, κατέθορε μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, τῆς παιδαγωγίας τῆς πρὸς Ἰουδαίους ἀρχόμενος, ὅτε καὶ σαλπίγγων ὀρθρία τε καὶ διαπρύσιος ἠχὴ πρὸς τὸ ἄνω διᾴττουσα, δύσοιστον ἐτίθει τοῖς ἀκροωμένοις τὸ δεῖμα. Ἀλλ' οἱ μικρὰ φρονοῦντες περὶ Θεοῦ καὶ σπιθαμῇ μετροῦντες τὸν οὐρανόν, τὴν τοῦ Θεοῦ δόξαν τοῖς ἐν τύπῳ πεφηνόσιν ἐγκατακλείοντες μόνοις, ᾤοντο κατὰ σφᾶς αὐτοὺς αὐτὴν ἤδη τὴν τοῦ Θεοῦ καταθρῆσαι φύσιν, ὡς οὐδὲν οὖσαν ἕτερον, ἢ πῦρ καὶ φωνὴν εἰς οὖς εἰσδεδέχθαι τὴν ὀργανικήν. Ταύτῃτοι καὶ μέγα φρονοῦντες ἐπὶ Μωσεῖ, τὰ Χριστοῦ παιδεύματα διαγελᾶσθαι δεῖν ᾤοντό τε καὶ ἔφασ κον· Μωσῆς ὁ θεσπέσιος ταῖς δι' ὀμμάτων αἰσθήσεσι τὴν θείαν ἡμῖν παρέθηκε φύσιν, καὶ φωνῆς τῆς ἄνωθεν ἀκοῦσαι δεδώρηται· πῶς οὖν ἀμαθαίνοντας καὶ πολὺ τοῦ πρέποντος ἀπονενευκότας καὶ τῆς ἀληθείας ἀπεσφαλμένους διήλεγξεν ὁ Χριστός; "Ἀμὴν ἀμήν, φησί, λέγω ὑμῖν, οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε, καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε." Καίτοι γὰρ ἐνὸν ἐν Υἱῷ τὴν τοῦ Θεοῦ καὶ Πατρὸς εὖ μάλα καταθεᾶσθαι φύσιν, τοῦτο μὲν οὐκ ἔδρων οἱ δείλαιοι, πυρὶ δὲ καὶ γνόφῳ καὶ καπνοῖς τὸ τῆς θεότητος εἶδος ἀνάπτειν τεθαρσήκασι. ∆ιὸ δὴ κατὰ βραχὺ μεταπαιδεύων ἐπὶ τὸ ἄμεινον χρησίμως, καὶ ἀναπλέκων τῷ θεοπρεπεῖ τὸ ἀνθρώ πινον, ἔφασκεν ὁ Σωτήρ· "Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με. Καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με." Ὅτι μὲν γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἡ πίστις, ἀλλ' εἰς Θεοῦ φύσιν, εἰ καὶ ἦν ὁ Λόγος ἐν σαρκί, διὰ τοῦ μὴ εἰς αὐτὸν πράττεσθαι τὴν πίστιν εὖ μάλα διαμεμήνυκεν. Ὅτι δέ ἐστιν ἐν ταὐτότητι τῇ κατὰ πᾶν τῷ Θεῷ καὶ Πατρί, διὰ τὴν φυσικὴν ἐμφέρειαν καὶ τὸ τῆς οὐσίας οἱονεὶ