1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

97

βασιλείᾳ θέλων ἔχειν τὸν Ἰωάννην καὶ τὸ ἐκποδὼν τῶν ὅλων καταστῆσαι διὰ πλείστου ποιούμενος. Ἦν δὲ τὸ μὲν ἐρεθίζον εἰς ταῦτα τῶν μὲν ἀνθρώπων οἱ περὶ τὴν ἀδελφὴν Εὐλογίαν, τῶν δὲ πραγμάτων τὸ τὸν υἱὸν Ἀνδρόνικον τῇ ἡλικίᾳ προκόπτειν, ὃν μὴ κατὰ βασιλέας ἀνάγειν δεινὸν ἐποιεῖτο καί οἱ οὐ φορητὸν ἐνομίζετο, τὸ δὲ πλέον ἡ μεγίστη φιλοτιμία καὶ τὸ ἄκαιρον ὑπερήφανον μένειν ἐπὶ μετρίοις οὐκ ἀρκουμένου. Ἡ δὲ τοῦ δοκεῖν οὐκ ἀλογίστως ταῦτα βούλεσθαι πρόφασις ἡ τῆς πόλεως ἅλωσις, εἰς θρόνον βασι λείας λογιζομένη αὐτάρκης τῷ κατασχόντι· αὐτὸν δ' εἶναι καὶ μόνον τὸν εἰς ταύτην κληθέντα προτείνων, αὐτὸν καὶ μόνον βασιλεύειν συνελογίζετο. Ἔτι δ' ὅμως ὕπουλον ἦν τὸ δεινὸν καὶ τοῖς πολλοῖς οὐκ εὐσύνοπτον, εἰ καί πως οἱ βαθύτερον ἐπιβάλλοντες ἔκ τε πολλῶν ἄλλων καὶ τοῦ μὴ συνεισελθεῖν τὴν πόλιν ἐκείνῳ τὸν Ἰωάννην οὐ δυσχερῶς εἶχον ὑπιδέσθαι τὸ μελετώμενον, ὃ δή, τρεφόμενον ὑπ' ἀγρίας πλεονεξίας, εἰς Θεὸν πειθούσης ἁμαρτάνειν τὰ μέγιστα διὰ τῆς τῶν ὅρκων παραβάσεως, μεῖζον ᾔρετο ἢ ὥστε παρορᾶσθαι τῷ μελετῶντι. Τὸ δ' ἦν ἄρα τὸ τοῖς Ῥωμαίοις μεγάλων ἄρξαν κακῶν καὶ ταραχῆς ἀνυποίστου ῥεχθέν. Τότε δὲ τὰ τῆς πόλεως ὡς οἷόν τε καθιστὰς πρὸς τὸ ἀσφαλέστερον, Γεννουίτας μέν, τούς τ' ὄντας, τούς τε προσδοκωμένους, προσγενέσθαι πλείστους ἐνιδὼν καὶ δυσχερεῖς ἢ ὥστε καὶ ὑποκλίνεσθαι ῥᾳδίως Ῥωμαίοις, ἀλλὰ καὶ ἐπὶ ταῖς τυχούσαις προφάσεσιν ὑποκινηθησομένους ἂν ὡς ὑπερ όφρυς καὶ σοβαρούς, ἐντὸς μένειν τῆς πόλεως οὐκ ἐγνώκει συμφέρον, ἰδίᾳ δὲ προσκαθῆσθαι. Καὶ πρότερον μὲν κατὰ τὴν Ἡράκλειαν τῆς Θρᾴκης 227 φέρων κατῴκιζεν, ὕστερον δὲ καταντικρὺ τῆς Περαίας παρὰ μόνον τὸ τοῦ Γαλατᾶ φρούριον ἀσφαλὲς ἐδοκίμαζε κατοικίζειν. Βενετικοὺς δὲ καὶ Πισ σαίους, τὸ κατὰ πλῆθος ὀλίγον, μένειν ἐντὸς ἐδικαίου, ἀποκεκριμένους καὶ τούτους τῶν ἄλλων. Ὅθεν καὶ ἐν ἀκινδύνῳ τῷ καθ' αὑτὸν ἐκέλευε μὲν αὐτίκα τό τ' ἐντὸς ἀνοικοδομηθὲν πρὸς τῷ κατὰ θάλασσαν μέρει τῆς ἀγορᾶς φρού ριον, τό τ' ἐκτός, τὸ τοῦ Γαλατᾶ, ἀμφότερα κατερεῖψαι, καὶ οὕτως Γεννουί τας μὲν κατὰ τὴν πρὸς δύσιν Περαίαν πρὸς τῷ Γαλατᾷ, σφᾶς αὐτοὺς ἐπιμήκιστον παρεκτείνοντας, κατοικεῖν, τοῖς δὲ λοιποῖς ἀποταχθῆναι ἰδίους τόπους πρὸς οἴκησιν. Ἔχειν δ' ἕκαστον γένος τοὺς ἰδίους φόρους ἀκωλύτως προσέταττε.

λʹ. Τὰ κατὰ τοὺς εἰς τὸν πάπαν καὶ τοὺς Ἰταλοὺς πρέσβεις τοῦ βασιλέως. ∆ιεπρεσβεύετο δὲ καὶ πρὸς τὸν πάπαν διὰ ταχέων, ἐκμειλίσσων δώροις. ∆ύο δ' ἦσαν οἱ πρέσβεις, εἷς μὲν ὁ Νικηφορίτζης λεγόμενος, ἅτερος δὲ ὁ Ἀλουβάρδης, ἄνδρες εἰς ὑπογραμματέας μὲν τελοῦντες πρὶν τῷ τῶν Ἰταλῶν βασιλεῖ τῷ Βαλδουίνῳ, αἰτίαν δὲ προδοσίας πρὸς Ῥωμαίους σχόντες· οἷς δὴ καὶ τὴν Ἰταλίαν καταλαβοῦσι κίνδυνος ἐπεισπίπτει βαρύς, ὃν οὐδ' αὐτὸ τὸ σχῆμα τῶν πρέσβεων παρῃτεῖτο. Ἀλλ' εἰ καὶ τὰ τῆς προδοσίας ὀνείδη ταῖς τιμαῖς συνεκάλυπτεν ὁ κρατῶν εἰς αὐτὸν παραπρεσβευόντων ἐκ πόλεως, ἀλλ' ἐκεῖνοι, χαλεποί γε ὄντες καὶ ἄλλως, παρακνιζόμενοι δὲ καὶ τῇ στερήσει τῆς πόλεως εἰς μανίαν μείζονα, κατὰ τῶν πεμφθέντων ἐπ' αἰτίαις τῆς προδοσίας, ὡς ἐπιστάντες ἑωρῶντο, τιμωρεῖν ὥρμηντο. Ὅθεν καὶ τὸν μὲν Νικηφορίτζην κατασχόντες ἐκ ποδῶν ἐς κεφαλὴν ζῶντα ἀνηλεῶς ἐξέδερον, τιμωροῦντες αἰτιασθέντα, ἅμα δὲ καὶ ἐπ' ἀτιμίᾳ τοῦ πέμψαντος· ὁ δ' Ἀλουβάρδης, προγνοὺς τὴν ἐπιβουλήν, ἀνὰ κράτος φεύγει. Καὶ ταῦτα μὲν τόνδε τὸν τρόπον συνέβη τοῖς παρ' Ἰταλίαν πεμφθεῖσι πρέσβεσιν.

229 {ΣΥΓΓΡΑΦΙΚΩΝ ΙΣΤΟΡΙΩΝ ΤΡΙΤΗ}.

Ὅπως ἐσκόπει ὁ βασιλεὺς τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. Ὁ δὲ βασιλεύς,

πολλαῖς στοιχιζόμενος ταῖς ἐννοίαις, ὡς ἄλλως οὐκ ὂν πατριάρχου δίχα τὰ τῆς