Σύμμαχος δούλους ἀντὶ τοῦ παῖδες ἐξέδω καν. ∆ούλων γὰρ οὐ διαφέρουσι παῖδες, φό βῳ δουλείας παιδαγωγούμενοι· διὸ φοβουμέ νους Κύριον αὐτοὺς ειπεν ὁ πρὸ τούτου ψαλ μός. ̔Απλῶς δὲ καὶ χωρὶς προσθήκης οἱ νέοι παῖδες καλοῦνται· οἱ δὲ δοῦλοι, παῖδες τι νῶν. Η παῖδας καλεῖ, ὡς ἀκμάζειν ὀφεί λοντας περὶ τοὺς υμνους. ∆ιὰ δὲ τοῦ· Ειη τὸ ονομα Κυρίου εὐλογημένον, δηλοῖ ὡς εἰ καὶ τὴν φύσιν αὐτοῦ ἀγνοεῖτε, ἀλλὰ δεῖ, ὡς ὑπ' αὐτοῦ τὸ ειναι λαβόντας, τὸ αὐτοῦ ὑμνεῖν ονομα, οπερ αἰώνιον εχει τὴν εὐλογίαν καὶ ἀδιάδοχον. 112.3 ̓Απὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνετὸν τὸ ονομα Κυρίου. Εἰπὼν δὲ ἀνωτέρω χρόνον, ἐν τούτοις λέ γει καὶ τόπον, οτι ἐν παντὶ χρόνῳ καὶ ἐν παντὶ τόπῳ ὑμνεῖσθαι ὀφείλει· η τὴν μετὰ ἐνανθρώπησιν τοῖς εθνεσι παρασχεθεῖσαν θεογνωσίαν τὸ ῥητὸν προθεσπίζει, μεθ' ην ἐπλήσθη πᾶσα ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον. ̔Η θάλασσα ειδε καὶ εφυγεν· ὁ ̓Ιορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω. Τὰ ορη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς αρ νια προβάτων. ∆ηλοῦν εοικεν ὡς μετέχει τινὸς αἰσθή σεως ἡ πᾶσα κτίσις, ἀντιληπτικῆς τῆς θείας δυνάμεως, καν αψυχος ῃ, ὡς καὶ χαίρειν, ἐπιβαίνοντος αὐτῆς τοῦ Θεοῦ, τῆς τε χαρᾶς μονονουχὶ τὴν αἰτίαν λεγούσης. ̔Η δὲ Μωϋ σέως μόνον διδάσκει ἡ γραφὴ, οτι Κύριος ἐν Σινᾷ ωφθη, καὶ ἐπέφανεν ἐξ ορους Χω ρὴβ, καὶ αγγελοι μετ' αὐτοῦ. Καὶ ἀνέβη, φη σὶ, Μωϋσῆς εἰς τὸ ορος, καὶ ειδε τὰ ιχνη ενθα εἱστήκεσαν οἱ πόδες τοῦ Θεοῦ· καὶ ὡς ολοις τεσσαράκοντα ετεσι τοῦ λαοῦ οἰκοῦντος τὴν ερημον, συνεῖν αὐτοῖς τὸ θεῖον ἐπιβαῖνον ορεσι καὶ βουνοῖς· νυνὶ δὲ καὶ τὴν ἐκ τῆς αἰσθήσεως λόγος ὑποφαίνει χαράν. 113.10 Μήποτε ειπωσι τὰ εθνη· Ποῦ ἐστὶν ὁ Θεὸς αὐτῶν. Ενθα τὸ Ποῦ λέγεται, ἐκεῖ καὶ τὸ πότε· τὸ μὲν γὰρ τόπου ἐστὶ σημαντικὸν, τὸ δὲ χρόνου. Εἰ δὲ χρόνος οὐ λέγεται ἐπὶ Θεοῦ (ποιητὴς γὰρ χρόνων ἐστὶν), οὐκοῦν οὐδὲ τὸ Ποῦ ῥηθήσεται ἐπ' αὐτοῦ· δημιουργὸς γὰρ καὶ τόπων ἐστὶν, ειγε καὶ ὁ τόπος αὐτὸς τῆς σωματικῆς ἐστι φύσεως. 113.11 ̔Ο δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. Πάντα οσα θέλησεν, ἐποίησε. Οὐ τὸν μὲν Κύριον ὡς ην αἱ νοεραὶ καὶ αγιαι δυνάμεις ἐπίστανται· τὸν δὲ Κύριον ὡς ανθρωπον γινώσκουσι καὶ οἱ ανθρωποι. ̓Εντεῦθεν γινώσκομεν οτι οσα βούλεται ὁ Θεὸς, ταῦτα καὶ δύναται· πάντα γὰρ, φησὶν, α ἐθέλησεν ὁ Θεὸς, ἐποίησεν· οὐκ ει τι δὲ δύναται, τοῦτο πάντως καὶ βούλεται· νε κρῶν μὲν ἀνάστασιν δύναται ποιῆσαι νῦν, οὐ βούλεται δέ· καὶ πάλιν ἐνανθρωπῆσαι, ἀλλ' οὐ βούλεται. 113.13 Στόμα εχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς εχουσι, καὶ οὐκ οψονται κτλ. Οὐ ταὐτὸν αισθησις καὶ αἰσθητήριον, οὐ δὲ αἰσθητικόν τε καὶ αἰσθητόν. Αισθησις μὲν γάρ ἐστιν ἡ δύναμις καθ' ην εἰώθαμεν ἀντιλαμβάνεσθαι τῶν ὑλῶν. Αἰσθητήριον δὲ, τὸ οργανον ἐν ῳ καθίδρυται αυτη. Αἰσθητι κὸν δὲ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθή σεις. Αἰσθητὸν δὲ τὸ πεφυκὸς ταῖς αἰσθή σεσιν ὑποπίπτειν. ̓Αλλ' οὐχ ουτως ἐπὶ τῶν εἰδώλων· πάντων μὲν γὰρ τούτων ἐστήρην ται· μόνα δὲ εχει τὰ τῶν φυσικῶν αἰσθητη ρίων μιμήματα, οιον ὀφθαλμοὺς καὶ ωτα καὶ ῥῖνας καὶ τὰ ἑξῆς. 113.19 Οἱ φοβούμενοι τὸν Κύριον, ηλπι σαν ἐπὶ Κύριον· βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. ̓Εν μὲν τῇ πρὸς πολεμίους μαχῇ τὸν Κύ ριον εχομεν βοηθὸν, ἐν δὲ τοῖς οἰκείοις πράγμασι τοῖς τε κατὰ ψυχὴν καὶ κατὰ σῶ μα, αὐτὸν εχομεν εὐλογοῦντα ἡμᾶς, ὡς ἐ παρκεῖν ἡμῖν ἀντὶ παντὸς καλοῦ τε καὶ ἀ γαθοῦ. 113.22 Εὐλόγησε τοὺς φοβουμένους, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Οὐδὲ εν εθνος, φησὶν, ερημον εὐλογίας ην, ἀλλ' εἰς πάντας ἐτέτατο αυτη. 114.2 Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέ σομαι. Καὶ ποίαις ἡμέραις, η ταῖς τοῦ ἀγῶνος, οτε καὶ ἐκινδύνευσεν αὐτοῦ ἡ ψυχή; 114.4 Ω Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Εἰρηκὼς ἀνωτέρω οτι καὶ ἐπικαλέσομαι ἐν ταῖς ἡμέραις μου, τίς ἡ ἐπίκλησις, διδάσ κει. Καὶ ποία αὐτὴ, η τό· ω Κύριε, ῥῦσαι τὴν ψυχήν μου; ειπε δὲ ταῦτα, εἰδὼς ὡς ἐ λεήμων ἐπακούσεται. 114.7 ̓Επίστρεψον, ψυχή μου, εἰς τὴν ἀ νάπαυσίν σου. Ωσπερ ὁ νοσῶν ἐπιστρέφει πρὸς τὴν ὑ γιείαν, ουτω καὶ ἡ ψυχὴ εἰς τὴν ἀνάπαυσιν αὐτῆς. Η δὲ τοῦτο· ην αρα ποτὲ