σῶσαι τοὺς πιστεύοντας. Ὁ πεπληροφο ρημένος περὶ τῆς μελλούσης κρίσεως, ὅταν ἴδῃ τοὺς σοφοὺς ἀποθνήσκοντας, οὐ νομίσῃ τὸ γινόμενον κατα φθορὰν ὁμοῦ ψυχῆς τε καὶ σώματος, ὡς ἐκεῖνοι ζῶν τες τὸν θάνατον ὡρίζοντο, ἀλλὰ μετοικίαν εἰς κόσμον ἕτερον. Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα, κ. τ. ἑ. «Οἱ τοῖς τάφοις κεκονιαμένοις ὅμοιοι γέμοντες ὀστέων νεκρῶν, καὶ πάσης ἀκαθαρσίας,» τούτους αἰτιᾶται ὁ Σωτήρ· καὶ τοὺς οἰκοδομοῦντας τάφους, εἰ καὶ προφητῶν· καὶ τοὺς κοσμοῦντας μνη μεῖα, εἰ καὶ δικαίων· οὐκ ἐπιτρέπει μαθητῇ θάπτειν νεκρὸν, εἰ καὶ πατρός. Καὶ ἐν τῷ Ἡσαΐᾳ· «Τί, φησὶν, ᾠκοδόμησας σεαυτῷ μνῆμα, καὶ ἐλατόμησας σεαυτῷ μνημεῖον;» Καὶ οἱ ἐν τοῖς μνημείοις, ἐὰν ἀκούσωσι τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ζήσου σιν. Ἐπὶ τῶν γαιῶν δέ ἐστι τὰ ὀνόματα ἄνου καὶ ἄφρονος. Τοῦ αὐτοῦ. Τάφος νοῦ ἀκάθαρτος ψυχή· τά φος δὲ ψυχῆς σῶμα. «Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν.» Οὐκ ἀπὸ ἀρετῶν ὀνομάζον ται, ἀλλ' ἀπὸ γηΐνων πραγμάτων. Οὐ γὰρ δίκαιοι 12.1448 καὶ σώφρονες λέγονται, ἀλλὰ ῥήτορες, καὶ γραμ ματικοὶ, καὶ φιλόσοφοι, καὶ τρίβουνοι, καὶ κόμητες. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, κ. τ. ἑ. Ὁ μὴ συνιεὶς ἄνθρωπος ἐν τιμῇ ὢν ἑαυτὸν πα ρασυνεβλήθη τοῖς κτήνεσι, καὶ ὡμοιώθη αὐτοῖς, ἔσθ' ὅτε καὶ τοῖς τούτων διαφέρουσιν. Ἑκάστῳ δι' ὧν πράττει ὁμοιοῦται τῷ τινι ἑαυτόν. Καλὸν δὲ τὸ ὁμοιοῦσθαι Θεῷ. «Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς·» ἄφρονος δηλαδὴ καὶ ἄνου ἡ ὁδός. Ἀλλὰ καὶ Χριστὸς σκάνδαλόν ἐστι, πέτρα ὢν σκανδάλου. «Ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.» Τὸ χρηστὸν οἶμαι δηλοῦσθαι τέλος ἄφρονος καὶ ἄνου. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκή σουσιν, κ. τ. ἑ. Ἐλπὶς ἀγαθὴ τὸ μετὰ ταῦτα αὐτοὺς εὐδοκῆσαι. Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θανατὸς ποιμανεῖ αὐτοὺς, κ. τ. ἑ. Θάνατος ποιμανεῖ τὸν ἄφρονα καὶ τὸν ἄνουν· ἢ μᾶλλον τὸν μὴ συνιέντα ἄνθρωπον τὴν ἑαυτοῦ τιμήν. Σαφῶς δὲ ὁ εἰπὼν, «Οὐκ ἐγκατα λείψεις τὴν ψυχήν μου εἰς ᾅδου,» καὶ ταῦτα λέγει τὸ, «Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου,» καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Ἀγγέλους μὲν ποιμαίνει ζωὴ, ἀνθρώπους δὲ θάνατος καὶ ζωὴ, δαίμονας δὲ μόνον θάνατος. «Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ.» Ἔσονται γὰρ ἐπάνω πέντε πόλεων, καὶ δέκα πόλεων οἱ εὐθεῖς, ἐν τῷ μέλλοντι. Καὶ Σολομὼν δὲ ἐν Παροιμίαις τὸ αὐτὸ τοῦτό φησι· «Σπεύδει γὰρ πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν, ὅτι ἐλεή μων κρατήσει αὐτοῦ.» Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, κ. τ. ἑ. Τοῖς τοῦτον πλουτοῦσιν οὐαί· οὐ γὰρ λήψεταί τις ἀποθνήσκων αὐτόν. «Οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα τοῦ οἴκου αὐτοῦ.» Ταύτην ζητοῦσι τὴν δόξαν οἱ μὴ πιστεύοντες, οὐ συγκαταβησομένην αὐτοῖς. Ὁ ἀποθνήσκων οὐ λήψεται τὴν πληθυνομένην δόξαν τοῦ οἴκου αὐτοῦ· ἀλλὰ καὶ τῷ μὲν ἀναβαίνοντι ἐναρέτῳ συναναβήσεται ἡ δόξα αὐτοῦ, ἤγουν ἡ ἀρετή· τῷ δὲ καταβαίνοντι συγκαταβήσεται. Καὶ τοῦ ἁγίου δὲ ψυχὴ ἐν τῇ ζωῇ αὐτοῦ, ἥτις ἐστὶν ὁ Χριστὸς, εὐλο γηθήσεται. Ὅστις ἅγιος τῷ Θεῷ ἐξομολογήσεται, ἀγαθοποιοῦντι αὐτόν. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, κ. τ. ἑ. Ἐπαπορη τέον ὁ ἐν τιμῇ ὢν ἄνθρωπος καὶ μὴ συνιεὶς ποίας ἐστὶ φύσεως. Εἰ μὲν τῆς πνευματικῆς, πῶς ὁμοιοῦται τοῖς κτήνεσιν; Εἰ δὲ τῆς χοϊκῆς, πῶς ἐν τιμῇ ἐστιν; Εἰ δὲ τῆς ψυχικῆς, ἐὰν οὗτος ᾖ ἐν τιμῇ, ὁ πνευματικὸς ἐν τίνι; ΨΑΛΜΟΣ ΜΘʹ. Θεὸς θεῶν Κύριος ἐλάλησε, κ. τ. ἑ. «Ὁ Θεὸς τῶν θεῶν» διὰ Χριστοῦ «λαλήσας, ἐκάλεσε τὴν 12.1449 γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν·» ἀπὸ ἀνα τολῶν τὸν Ἰσραὴλ, δυσμῶν δὲ τοὺς δυσγενεστά τους. Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος, κ. τ. ἑ. Εἴπερ εὐπρέπεια καὶ ὡραιότης Κυρίου ἡ σοφία ἐστίν· αὕτη ἐν τῇ Σιών ἐστιν. Οὗτος ἐφ' οὗ τῇ γε νέσει λέγομεν· Ἐμμανουὴλ ἐμφανῶς ἦλθε, καὶ οὐ παρασιωπᾷ, ἀλλὰ λέγει δι' ὧν θέλει, ἐπεὶ Θεὸς ἡμῶν ἐστι. Νῦν μὲν, φησὶν, «οὐ παρασιωπήσεται·» ἑξῆς δὲ, «ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Πῦρ ἐνώπιον αὐτοῦ.» -»Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.» Καὶ ἐν τῷ ∆ανιήλ· «Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ.» Πῦρ δὲ καὶ καταιγὶς ἐπὶ τοὺς μὴ προσέχοντας αὐτοῦ τῇ ἐπιφανείᾳ καὶ τῷ Λόγῳ, ὃς ἥξει ἐκ