De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
τῶν ἐξσκουβίτων, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει κατὰ τὸν προδειχθέντα τύπον. ἐν δὲ τοῖς ἑκατέροις τῶν μερῶν ἀκου 746 βίτοις δεῖ καλεῖν ὁμοίως ἐπὶ τοῖς δυσὶν ἀκουβίτοις βασιλικοὺς ἀνθρώπους ἐν ἀξιώμασιν· ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις ἅπαντας τοὺς ἄρχοντας τοῦ τάγματος τῶν ἐξσκουβίτων, οἷον τοποτηρητὰς, σκρίβωνας, τὸν χαρτουλάριον, δρακοναρίους, σκευοφόρους, σιγνοφόρους, σενάτορας, πρωτομανδάτορας καὶ μανδάτορας τοῦ ἀριθμοῦ σδʹ, καὶ πένητας ιβʹ, εἰσάγειν δὲ αὐτοὺς κατὰ τὸν προῤῥηθέντα τύπον κατὰ τὸ σχῆμα τῆς δευτέρας ἡμέρας. ἐπὶ δὲ τῆς τετάρτης ἡμέρας τῆς περιφανοῦς ταύτης, ὡς εἰπεῖν, δεξιώσεως δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς κλῆσιν τῆς βασιλικῆς τιμίας τραπέζης ἐκ τῶν ἀνωτέρω καθ' ἑκάστην ἡμέραν μνημονευθέντων ἀρχόντων σὺν τῷ δρουγγαρίῳ τῆς βίγλης κατὰ τύπον τὸν ἀριθμὸν ιβʹ, εἰσάγειν δὲ ἅπαντας ἐν τῇ ἀνακλήσει μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, καθὼς εἴρηται· τὸν δὲ δρουγγάριον τῆς βίγλης μετὰ τοῦ οἰκείου σκαραμαγγίου καὶ σαγίου ῥοῆς. ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις δεῖ ἡμᾶς καλεῖν βασιλικοὺς ἀνθρώπους κατὰ τὸν λεχθέντα τύπον, καὶ ἅπαντας τοὺς ἄρχοντας τοῦ τάγματος τοῦ ἀριθμοῦ, οἷον τοποτηρητὴν, τὸν χαρτουλάριον, τοὺς κόμητας, τοὺς κεντάρχους, βανδοφόρους, λαβουρησίους, σημειοφόρους, δουκινάτορας, μανδάτορας, θυρωροὺς, διατρέχοντας, τὸν ἀριθμὸν σδʹ, καὶ εἰσάγειν αὐτοὺς οὕτως· τὸν μὲν τοποτηρητὴν μετὰ ῥωέου σαγίου, τοὺς δὲ λοιποὺς μετὰ τῶν οἰκείων σκαραμαγγίων, καθὼς ἀνωτέρω δεδήλωται. ἐπὶ δὲ τῆς 747 πέμπτης ἡμέρας δεῖ ὑμᾶς προευτρεπίζειν εἰς κλῆσιν τῆς τιμίας ὄντως βασιλικῆς τραπέζης ὁμοῦ ἐκ τῶν ἀνωτέρω μνημονευθέντων ἐνδόξων μεγιστάνων σὺν τοῦ δομεστίκου τῶν ἱκανάτων, φίλους τὸν ἀριθμὸν ιβʹ, καὶ εἰσάγειν αὐτοὺς μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, καθὼς ἀνωτέρω δεδήλωται. ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις δεῖ καλεῖν ὁμοῦ βασιλικοὺς ἀνθρώπους, ὡς ἀνωτέρω εἰρήκαμεν. ἐν δὲ τοῖς κατωτέρω τοὺς ἄρχοντας τοῦ τάγματος τῶν αὐτῶν ἱκανάτων, οἷον τοποτηρητὴν τῶν κομήτων, τὸν χαρτουλάριον τῶν κεντάρχων, βανδοφόρων, σημειοφόρων, δουκινιατόρων καὶ μανδατόρων, σδʹ τὸν ἀριθμὸν, καὶ πένητας ιβʹ, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει, καθὼς καὶ ἐν τοῖς λοιποῖς τάγμασι προεγράφαμεν. σημειωτέον δὲ τοῦτο· εἰ γὰρ ἐν τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἡ τῶν ἐνδόξων τοῦ Χριστοῦ γενεθλίων ἐπέστη ἑορτὴ, καὶ ἀπὸ ταύτης ἡ τῶν ιθʹ ἀκουβίτων δεξίωσις τὴν ἀρχὴν ἐπιδείζηται, δεῖ ἡμᾶς ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἐπὶ μὲν τῆς τιμίας βασιλικῆς τραπέζης συγκαλεῖν εἰς ἑστίασιν τὸν ἀρχιεπίσκοπον Κωνσταντινουπόλεως μετὰ καὶ ιβʹ ἡγουμένων τῶν ἐν τῇ περὶ ἡμᾶς τόμῳ κειμένων, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει οὕτως· τὸν μὲν πατριάρχην σὺν τῷ βασιλεῖ ἅμα τοῦ στίχου εἰς τὸ ἐπὶ δίφρου καθεσθῆναι· τοὺς δὲ ὁσίους ἡγουμένους στιχηδὸν κατὰ τὴν οἰκείαν τάξιν καὶ ἁρμόζουσαν δόξαν· εἰσάγειν δὲ 748 αὐτοὺς, καθὼς καὶ τοὺς πατρικίους, μετὰ τῶν οἰκείων αὐτῶν φελωνίων ἀπολελυμένῳ τῷ σχήματι, δηλονότι προπορευομένου αὐτοῖς τοῦ βασιλικοῦ καστρησίου, καὶ ὁμοίως ἱστῶντος κύκλῳ τῆς βασιλικῆς τραπέζης εἰς τὸ προσκαλέσασθαι πλησιέστερον ἐξ αὐτῶν οὓς ἂν δόξῃ τῷ βασιλεῖ. ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν τοὺς ἐκ διαφόρων μοναστηρίων ἀναγραφομένους ἀβάδας, ἤγουν τοὺς τὰ σφραγίδια παρ' ἡμῶν εἰληφότας, τὸν ἀριθμὸν σιϛʹ· εἰσάγειν δὲ καὶ αὐτοὺς στιχηδὸν, καθὼς καὶ τοῖς λοιποῖς, ἠμφιεσμένους τὰς οἰκείας στολὰς ὡς πρὸς συνήθειαν· ἀνακλίνειν δὲ αὐτοὺς ἐφ' ἑκάστης τραπέζης δωδεκάδα μίαν. μετὰ δὲ τὴν τούτων ἀνάκλησιν καὶ ἑστίασιν δεῖ ὑμᾶς προσέχειν τὸν τοῦ ὀπτομίνσου μίνσον, καὶ ἐν τούτῳ τῷ καιρῷ εἰσάγειν πρὸς χειρονομίαν τῶν ἀνακειμένων καὶ ψαλλόντων πατέρων τοὺς δύο μεγάλους τῆς ἐκκλησίας δομεστίκους καὶ ἱστᾷν αὐτοὺς ἔνθεν κἀκεῖθεν τοῦ περιβλέπτου τρικλίνου πρὸς τὸ ποιεῖσθαι, ὡς εἴρηται, τὴν χειρονομίαν ἐπὶ τὴν ψαλμῳδίαν τῶν ἀνακειμένων πατέρων. δίδοται οὖν κατὰ τύπον παρὰ τοῦ εἰδικοῦ λόγου τοῖς μὲν ἀνακειμένοις ἐπὶ τῆς βασιλικῆς τραπέζης ιβʹ ἡγουμένοις εἰς φιλοτιμίας ἐπίδοσιν ἀνὰ νομισμάτων δʹ· τοῖς δὲ λοιποῖς μονάχοις ἅπασιν ἀνὰ νομίσματος ἑνὸς καὶ μόνου· τοῖς δὲ δύο δομεστίκοις ἀνὰ νομισμάτων βʹ κατὰ τύπον. δεῖ εἰδέναι, ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ καὶ οἱ πένητες ἐν τῷ χρυσοιστορίῳ ἐσθίουσιν, λαμβάνοντες 749 τὴν κατὰ συνήθειαν εὐλογίαν. εἰ δὲ ἐν τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἡ Χριστοῦ γέννησις καταντήσει, καὶ ἀπὸ ταύτης ἄρχηται ἡ κλῆσις τελεῖσθαι τῶν ἀκουβίτων, δεῖ ὑμᾶς ἐν τῇ κυριακῇ τῆς περιόδου τῆς αὐτῆς ἑβδομάδος πρὸ τῆς κλήσεως τοῦ πατριάρχου καὶ τῶν ἀβάδων ἐκτελεῖν τὸ λεγόμενον κλητώριον τὸν