98
ἐκκλησίας ἰθύνεσθαι, ἐσκόπει καθ' ἑαυτὸν πῶς ἂν καὶ τὰ κατὰ τὸν πατριάρχην κατασταίη καὶ τὰ κατὰ γνώμην ἐκβαίη. Θατέρου δ' εὐοδήσαντος, εἰ θάτερον ἀπολείποιτο, τὸ πᾶν ἂν χωλεύειν ἀναγ καῖον ἡγεῖτο· εἴτε γάρ, καταστάντος τοῦ πατριάρχου, αὐτὸς ἐμποδίζοιτο ταῖς βουλήσεσιν, ἐπὶ μεγίστοις ἀτυχεῖν· εἴτ' ἀπόντος ἐκείνου, αὐτὸς τὰ κατὰ βούλησιν πράττοι, τῶν πρὸς αὐτοῦ μὲν ἥκιστα ἁμαρτάνειν, πολλοὺς δέ, συμπλέκοντας ταῦτα τῷ περὶ τὸν πατριάρχην συμβάντι, ὡς οὐκ ἐνδίκως ἀπρακτοῦντος, μεγίστην αἴρειν τὴν ταραχήν, καὶ προσεῖναι τὸ εὔλογον, ὡς, εἰ παρῆν, πάντως ἐμποδὼν ἂν ἐκεῖνον στῆναι ταῖς ἐπινοίαις· νῦν δέ, προαι ρουμένου τοῦ βασιλέως παρανομεῖν, παρανόμοις ἄλλαις ἀρχαῖς συμπέρασμα παράνομον ἐπεισῆχθαι, ὡς καὶ τὸν πατριάρχην παραλογίσασθαι καὶ τὸν βασιλέα πτερνίσαι ταῖς οὐ καλαῖς περὶ τὸ θεῖον ὑπολήψεσιν, ὡς ἐκείνου ἢ μὴ ἐφορῶντος ἢ μὴ μετελευσομένου τὸν ἁμαρτήσαντα· τὰ δ' εἰς μεγάλην εἶναί οἱ τὴν ταραχήν, ὡς καὶ κίνδυνον ὑπονοεῖσθαι. Ταῦθ' ὁ κρατῶν λογιζόμενος συνάπτειν ἤθελε τὰ ἀσύναπτα, τήν τε τοῦ πατριάρχου ἀποκατάστασιν καὶ τὴν τοῦ γνησίου βασιλέως ἀπραξίαν· τὰ δ' ἦσαν λίνον μὴ λίνῳ συγκλώθοντα πράττειν. Ἔγνω γοῦν πειρᾶσθαι τοῦ πα τριάρχου, εἰ, οὕτως τῶν κατὰ τὸν Ἰωάννην ἐχόντων ἀπηρτημένως πάντη καὶ ἀνειμένως, αὐτὸς κατανεύοι τὴν εἰς τὴν πόλιν εἴσοδον, πρὸς δὲ καὶ τὴν προστασίαν τῆς ἐκκλησίας, καὶ εἰ στέφειν αὖθις ἐκεῖνον βασιλικῶς κατὰ τὸ δεύτερον ἐπὶ τῆς πόλεως προαιροῖτοεἶναι γὰρ καὶ ἄλλως δίκαιον 231 πρώτως εἰσαχθέντα καὶ πρῶτον τῶν βασιλέων στέφεσθαι, ὡς, εἰ διδοίη ταῦτα, ἐλπίζειν καὶ τἀπὶ τούτοις ὡς ἐφησυχάσοι πραχθέντων. Τρισὶ δ' ᾤετο πείσειν τοιαῦτα λέγοντα, τῷ τε μεμαλακίσθαι τοῦτον τῷ χρόνῳ ἐν ὑπερορίαις διάγοντα, τῷ τε δεδιέναι μὴ καὶ αὖθις ἀντικαταστῇ ἄλλος, γεγονὸς καὶ ἐπ' ἄλλῳ ἤδη, καὶ τρίτῳ τῷ ἀνάγκην εἶναι καὶ αὐτὸν ἐρᾶν τῆς πατρίδος, ἧς ἀδύνατον ἐπιβῆναι, καὶ ταῦτα μεθ' ὑπερτάτης τιμῆς τε καὶ δόξης, μὴ ταῦθ' ὑπισχνού μενον ἐκτελεῖν· εἰ δέ γε μὴ πείθοιτο, αὔταρκες πρὸς ἐκεῖνον εἶναί οἱ τὸ ἀξιῶσαι. Τοιούτοις τοιγαροῦν λογισμοῖς ὁ βασιλεύων συγκροτηθείς, ἔτι τῶν ἀρχιε ρέων διαφωνούντων, προστίθεται καὶ αὐτὸς τοῖς ἐκεῖνον ψηφιζομένοις, καὶ ἀμφιρρέπει τὰ τῇδε, προστεθέντος τοῦ βασιλέως· θάτερον δὲ μέρος ὡς ἀσθενῆσαν ἐντεῦθεν συγκατακλίνεται, καὶ μᾶλλον ὅτι καὶ ἐπὶ ῥητοῖς πρὸς βασιλέως καὶ τῆς συνόδου καλοῖτο· ἦν γὰρ καὶ αὐτοῖς ἰδίως προσαπαιτούμε νον ἀμνημονεῖν μὲν σφίσι τῆς εἴτε προπετείας εἴτ' ἀδικίας χρὴ λέγειν καὶ παραυτίκα κοινωνεῖν ἐκείνοις τῶν ἱερῶν καὶ τοὺς παρὰ τοῦ Νικηφόρου χειροτονηθέντας δέχεσθαι καὶ μὴ σχίζειν τὴν ἐκκλησίαν ἔκ τινος μικρο ψυχίας, μηδὲν ἐχούσης καιρόν. Ταῦτα συνθέντες, ἀποστέλλουσι τοὺς ἀπαγ γελοῦντας. Ὁ δ' ὡς ἤκουσεν τῶν διαμηνυμάτων, πρῶτον μὲν ἐσχετλίαζεν, εἰ καλοῖτο προσαπαιτούμενος καὶ μὴ παρακαλοῖτο συγγνώμην τῶν ἡμαρτη μένων παρίσχειν· τὸ μὲν γὰρ δίκαιον ἐχόντων ἐφ' οἷς ἔπραξαν εἶναι, τὸ δ' ἁμαρτόντων. Ὅμως παρακαλούμενος ἐπραΰνετο καὶ ἕτοιμος ἦν πρὸς τὸ προσχωρεῖν· πλὴν πεζῇ καὶ θαλάσσῃ τὴν πορείαν ἐκεῖθεν διηνυκώς, ἐν τοῖς Ῥουφίνου γίνεται, ὡς τοῦτο μὲν προσαναπαυσόμενος, τοῦτο δὲ καὶ τὰς ἀποκρίσεις ἐντελέστερον ἐκ τοῦ παρασχεδὸν δώσων ἐφ' οἷς ἀπῄτητο. 233
βʹ. Ὅπως μετακληθεὶς ὁ πατριάρχης εἰς τὴν πόλιν εἰσάγεται καὶ στέφει αὖθις τὸν βασιλέα. Ἐκεῖσε τοιγαροῦν πεμπομένων πρός τε τοῦ βασιλέως καὶ τῆς συνόδου καὶ κινουμένων τῶν ζητημάτων, ὁ δέ, τὰ μὲν διδούς, τὰ δὲ καὶ προσυποσχόμενος, περαιοῦταί τε τὴν ταχίστην καί, τῆς πόλεως ἐπιβάς, ψήφῳ κοινῇ καὶ γνώμῃ τὴν ἐκκλησίαν καταλαμβάνει. Πρῶτος οὖν ὁ βασιλεύς, ἀπολογούμενος ἐκείνῳ περὶ τῶν πραχθέντων, μεγάλαις ἤγαλλε ταῖς τιμαῖς καὶ ταῖς εἰς τὴν ἐκκλησίαν προσόδοις ἐτίμα. Καὶ τὸ μὲν ἱερὸν ἅπαν μετεποίει πρὸς τὴν προτέραν κατά στασιν, ἐκτραπὲν ἐπὶ πολλοῖς παρὰ τῶν Ἰταλῶν· καὶ δὴ ἐπιστήσας τὸν μοναχὸν Ῥουχᾶν, ἄνδρα δραστήριον ἐπὶ τοῖς τοιούτοις, μετεκόσμει τε τὸ βῆμα καὶ ἄμβωνα καὶ σωλέαν καὶ