ἐν τῇ ἀνα παύσει αὐτῆς ἡ ψυχή· καὶ γὰρ ὁ νοσήσας ἐν τῇ ὑγιείᾳ ὑπῆρχέ ποτε. Τοῦτο καὶ ὁ ἀ πόστολος λέγει τῷ· Θέλω ἀναλῦσαι καὶ σὺν Χριστῷ ειναι. ̔Η γὰρ ἀνάλυσις τῶν ὑποστρεφόντων ἐπὶ τὸν πρότερον αὐτῶν τόπον ἐστιν. 115.2 Πᾶς ανθρωπος ψευδής. ̓Εφ' οσον ανθρωπός τίς ἐστι, ψεύστης ἐσ τίν. ̓Εὰν δὲ ἀπιστῆται τὸ ειναι ανθρωπος, οὐκ εστι ψεύστης, ἀλλὰ ἀληθευτής ἐστι. - Εἰ ανθρωπός ἐστι καὶ ὁ ∆αυὶδ, ψεύστης ἐσ τὶν, εἰ δὲ ψεύστης, λέγων ἑαυτὸν ψεύστην, οὐκ εστι ψεύστης, ἀλλ' ἀληθευτής ἐστιν. Εἰ δὲ ἀληθευτής ἐστιν, ἀληθευτής ἐστιν λέγων ἑαυτὸν ψεύστην· ανθρωπος ων, ψεύστης ἐσ τίν. Περιεγράφη αρα ὁ λόγος εἰς ἀμφότερα, καὶ εἰς τὸ ειναι αὐτὸν ἀληθευτὴν, ἐὰν αν θρωπος ῃ, καὶ εἰς τὸ ειναι αὐτὸν ψεύστην. Καὶ καλεῖται ὁ λόγος ουτος παρὰ τοῖς δια λεκτικοῖς απορος. - Ολου τοῦ ψαλμοῦ ἐν βραχεῖ ἡ διάνοια· πολλοὶ μὲν οἱ ἐν ἀνθρώ ποις λόγοι, καὶ πολλὰ πολλοῖς πεφιλοσόφη ται ἐξετάζουσι τὰ περὶ τῆς ἀληθείας κτλ. 117.1 ̓Εξομολογεῖσθε τῷ Κυρίῳ, οτι ἀγα θὸς, οτι εἰς τὸν αἰῶνα τὸ ελεος αὐτοῦ. ̓Επεὶ ἀγαθὸς ων ὁ Θεὸς, βούλεται τὴν με τάνοιαν τοῦ ἁμαρτωλοῦ, μηδὲ τὸν θάνατον αὐτοῦ, ὡσεὶ ὑπεύθυνοι ἁμαρτίαις ἐστὲ, τὴν ἐκ μετανοίας ἐξομολόγησιν ἐπ' αὐτὸν ποιή σατε, καὶ εξετε αὐτὸν ἀφιέντα ων ἐξομολο γεῖσθε· ὁ γὰρ ελεος αὐτοῦ διηνεκής ἐστι. 117.7 Κύριος ἐμὸς βοηθὸς, κἀγὼ ἐπόψο μαι τοὺς ἐχθρούς μου. Οτι διδάσκεται ὁ Χριστοῦ λαὸς, προσδο κεῖν μὲν ἐπιβουλὰς ἀνθρώπων, μὴ πτήσσειν δὲ, μηδ' ἀγωνιᾶν, ἀλλὰ λέγειν· Κύριος ἐμοὶ βοηθός· ἐχθροὺς δὲ αὐτοῦ νοήσεις τοὺς ἀν τικειμένους αὐτῷ διὰ τὴν εὐσεβῆ γνῶσιν, καὶ τὴν κατὰ Θεὸν πολιτείαν, η καὶ τοὺς πονηροὺς δαίμονας. 117.8 ̓Αγαθὸν πεποιθέναι ἐπὶ Κύριον η πεποιθέναι ἐπ' ανθρωπον. Ανθρωπον λέγει ἡ γραφὴ τὸν διάβολον, οτι ἐχθρὸς ανθρωπος εσπειρε τὰ ζιζάνια. 117.19,20 ̓Ανοίξατέ μοι πύλας δικαιοσύ νης· εἰσελθὼν ἐν αὐταῖς, ἐξομολογήσομαι τῷ Κυρίῳ. Αυτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν αλλοις λεχθείη αν· Αυτη ἡ πύλη τοῦ Κυρίου, σώφρονες εἰσελεύσονται ἐν αὐ τῇ. Καὶ ἐν αλλοις· ̓Ανδρεῖοι εἰσελεύσονται ἐν αὐτῇ. Καὶ ἐν αλλοις· Σοφοὶ εἰσελεύσονται ἐν αὐτῇ. - ̔Ως ἀνοίγονται πύλαι δικαιοσύ νης, ουτω καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης· διὰ γὰρ τούτων τῶν πυλῶν εἰσέρ χεται νοῦς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 117.21 ̓Εξομολογήσομαί σοι, οτι ἐπήκου σάς με, καὶ ἐγένου μοι εἰς σωτηρίαν. Οὐχ ἁπλῶς ἐπήκουσε, ἀλλὰ πρότερον παιδεύσας καὶ βελτίω ποιήσας· διὸ καὶ εὐ χαριστεῖ, οὐχ ὑπὲρ ων ἠκούσθη, ἀλλ' ὑπὲρ ων ἐπαιδεύθη, καὶ πανταχοῦ πολὺ παρ' αὐ τῷ τὸ τῆς εὐχαριστίας ειδος, οπερ εἰπὼν καὶ λέγων οὐ παύσομαι· τοῦτο μάλιστα θυ σία καὶ προσφορά. 117.22 Λίθον ον ἀπεδοκίμασαν οἱ οἰκοδο μοῦντες, ουτος ἐγεννήθη εἰς κεφαλὴν γω νίας. Οτι μὲν εἰς Χριστὸν τὸ εἰρημένον παντί που δῆλον. Εἰ δὲ μὴ, δοκεῖ ἐξ αὐτῆς ἠρτῆσ θαι τῆς ἱστορίας, ἀλλ' οτι μέσην διακόψασα τὴν ἀκολουθίαν ἡ προφητεία ἐπεισῆλθε, θαυμαστὸν οὐδέν. Ουτως αἱ πλείους τῶν προφητειῶν εἰσὶν ἐν τῇ παλαιᾷ. Οἰκοδομοῦν τας δὲ [νόει] τοὺς διδασκάλους τῶν ̓Ιουδαί ων, οτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες· Σα μαρείτης ει, καὶ δαιμόνιον εχεις. Καὶ πά λιν· Ουτος οὐκ ἐστὶν ἀπὸ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν οχλον. ̓Αλλ' ομως ουτος ὁ ἀπο δοκιμασθεὶς, ουτος ἐφάνη δόκιμος, ὡς γενέσ θαι κεφαλὴν γωνίας· οὐ γὰρ πᾶς λίθος εἰς γωνίαν ἐπιτήδειος, ἀλλ' ὁ δοκιμώτατος καὶ ἐξ ἑκατέρας πλευρᾶς τοὺς τοίχους συνδῆσαι δυνάμενος. Ο τοίνυν λέγει ὁ προφήτης, τουτέστιν, οτι ὁ ἀποδοκιμασθεὶς παρὰ τῶν ̓Ιουδαίων, καὶ ἐξουδενωθεὶς, ουτος ἐφάνη θαυμαστὸς, ωστε μὴ μόνον οἰκοδομὴν ὑφῆναι, ἀλλὰ συνδῆσαι δύο τοίχους, τοὺς ἐξ ̓Ιουδαίων καὶ ̔Ελλήνων πιστεύσαντας, περὶ τούτων ελε γε καὶ αὐτός· Καὶ αλλα πρόβατα εχω, α οὐκ εστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν. -Γωνία ἐστὶ διδασκαλία τοῦ Σω τῆρος ἡμῶν ̓Ιησοῦ Χριστοῦ, τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς εἰρηνεύοντος. ̔Η συναφὴ τῶν δύο γωνιῶν παρὰ τοῦ Σωτῆρος ἡ μαρτυρία γεγένηται· Ουτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπη τός. 117.23 Παρὰ Κυρίου ἐγένετο αὐτὴ, καὶ εστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.