1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

98

ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. α, βʹ. Καὶ ἐγένετο ἐν τῷ δεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς,

ἐγένετο λόγος Κυρίου πρός με, λέγων· Υἱὲ ἀνθρώπου, εἰπὲ πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ πρὸς τὸ πλῆθος αὐτοῦ· Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; Ἐπειδὴ τῇ μακροθυμίᾳ εἰς δέον οὐκ ἠθέλησε χρήσασθαι, ἀλλὰ τὸν τῦφον καὶ τὴν ἀλαζονείαν ἔχων ἐπέμενε, κατ' ἐρώτησιν αὐτῷ προσφέρει τοὺς λόγους. Εἰπὲ, φησὶν, ὦ τῆς Αἰγύπτου βασιλεῦ, τίσι σαυτὸν ἀπει κάζεις; καὶ τίνι νομίζεις ἐοικέναι τῶν βασιλέων, ὅτι τοσούτῳ φρονήματι κέχρησαι; Εἶτα ἐπάγει· γʹ. Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ με γέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. Τῷ τροπικῷ πά λιν κέχρηται χαρακτῆρι, καί φησι τῶν Ἀσσυρίων τὸν βασιλέα τῇ ἐν τῷ Λιβάνῳ φυομένῃ κυπαρίσσῳ ἐοικέναι, κατά τε τὸ μέγεθος τοῦ ὕψους, καὶ τὸ πυ κνὸν καὶ ἀμφιλαφὲς τῶν ὑπηκόων, καὶ τὸ εὐπρεπὲς τῶν ὑπάρχων καὶ στρατηγῶν· παραφυάδας γὰρ τούτους ἐκάλεσε. Τὸ δὲ, "Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ," οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέ γειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ 81.1120 τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν· αὐτοῦ γάρ ἐστι φωνή· "Ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου·" καὶ τοῦτο πανταχόθεν ἔστιν ἐκ τῆς θείας διδαχθῆναι Γραφῆς. Ὁ μὲν γὰρ Σενναχηρεὶμ ἐβόα, ὅτι "Οὐ μὴ ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου·" ὁ δὲ Ναβουχοδονόσορ, εἰκόνα ποιήσας χρυσῆν, ταύτην ἅπαν τας τοὺς ὑπηκόους, καὶ ἄρχοντας καὶ ἀρχομένους, προσέταξε προσκυνεῖν. Κἀνταῦθα τοίνυν τὴν ὑπερ ήφανον αὐτοῦ γνώμην δι' αἰνιγμάτων ἐδήλωσε. Τού τοις ἐπάγει· δʹ. Ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψω σεν αὐτὸν, τοὺς ποταμοὺς αὑτῆς ἤγαγε κύ κλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὑ τῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. Ὕδωρ δὲ καὶ ἄβυσσον τὰ ἄπειρα ἔθνη τὰ ὑπ' αὐτοῦ δουλωθέντα προσηγόρευσεν, ἃ τὸν δασμὸν καὶ τὸν φόρον, καθάπερ τινὰ ἀρδείαν τῇ στρατείᾳ προσφέροντα, οἷόν τινα φυτὰ ἐξέθρεψε, καὶ παρ εσκεύασε τὰ ταύτης συστήματα, τουτέστι, τὰ στρα τιωτικὰ συντάγματα, ἀποσταλῆναι εἰς πάντα ξύλα τοῦ πεδίου, ἀντὶ τοῦ, τοὺς μηδέπω χειρωθέντας, μηδὲ δουλωθέντας, ὡς καὶ τούτους ὑπηκόους γενέ σθαι. εʹ. Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐκεῖθεν ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ, καὶ ὑψώθησαν αἱ παραφυάδες αὐτοῦ ἀφ' ὕδατος πολλοῦ ἐν τῷ ἐκτεῖναι αὐτόν. Τοῦτο, φησὶν, αἴτιον αὐτῷ καὶ τῆς ἀλαζονείας, καὶ τῆς ὑπερηφανίας ἐγένετο· παρὰ γὰρ μυρίων ἐθνῶν τὴν ἀρδείαν δεχόμενος, σὺν ταῖς παραφυάσιν ηὐξήθη. ʹ. Ἐν ταῖς παραφυάσιν αὐτοῦ, φησὶν, ἐνόσ σευσε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ. ∆ιὰ τού του τοὺς λογικωτέρους τῶν ἀνθρώπων, καὶ οἱονεὶ πτηνοὺς παρεδήλωσε. "Καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγέννα πάντα τὰ θηρία τοῦ πεδίου." Τὰ βάρβαρα δὲ τῶν ἐθνῶν διὰ τούτων ἐσήμανε θη ριώδη ὄντα, καὶ τὴν ψυχὴν χαμαίζηλα· τοῦτο δὲ καὶ αὐτὸς ἡρμήνευσεν, εἰρηκώς· "Ἐν τῇ σκιᾷ αὐ τοῦ κατῴκησε πλῆθος ἐθνῶν." Καὶ ὅπερ ἄνω διῃρη μένως εἶπε καὶ τροπικῶς, τοῦτο ἐνταῦθα κοινῶς καὶ σαφῶς προστέθεικε. Σκιὰν δὲ αὐτοῦ, καὶ παρα φυάδας, καὶ κλάδους, οὐ μόνον ὑπάρχους καὶ στρατ ηγοὺς, ἀλλὰ καὶ τοὺς τῶν ἐθνῶν ἡγεμονεύοντας σατράπας ἐκάλεσεν, οἷς διετέλουν δουλεύοντες οἱ ὑπ ήκοοι. Ταῦτα καὶ αὐτὸς ὁ Ναβουχοδονόσορ ὄναρ εἶδε, καὶ ὁ μακάριος ἡρμήνευσε ∆ανιὴλ τὸ τοῦ δένδρου ἐνύπνιον. ζʹ. Καὶ ἐγένετο, φησὶ, κάλλος ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ∆ιδά σκει δὲ ἡμᾶς τὸ τοῦ πλήθους καὶ ὁ μακάριος ∆ανιὴλ, 81.1121 ἑκατὸν εἴκοσι σατράπας εἰρηκὼς ἐσχηκέναι τὸν ∆α ρεῖον, τὴν τοῦ Βαλτάσαρ διαδεξάμενον βασιλείαν. Εἶτα καὶ τοῦ πλήθους τὴν αἰτίαν διδάσκει· "Ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ ὕδωρ πολύ." Παντα χοῦ γὰρ, φησὶν,