1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

99

ἄλλ' ἄττα βασιλικαῖς ἐξόδοις ἀνῳκοδόμει· εἶτα πέπλοις καὶ σκεύεσιν ἱεροῖς τὸ θεῖον τέμενος καθίστα πρὸς τὸ εὐπρε πέστερον· ἔτι τε καὶ χώρας προσετίθει τῇ ἐκκλησίᾳ, φθάσας προσθεῖναι καὶ ἄλλας εἰς τὴν τῶν ὑμνοπόλων οἰκονομίαν, ὡς μὴ ἐνδεῶς τε τῶν ἐπιτη δείων ἔχοντες ἀμελοῖεν. Ὁ δ' ἀρχιερεὺς καὶ ὡς εἰς τιμὴν μὲν τοῦ θείου ταῦτα γινόμενα συνόλως προσαπεδέχετο, εἰδέναι δὲ καὶ χάριν ἰδίως, ὡς χάριν αὐτοῦ γίνοιντο, τῶν εἰκότων ἐνόμιζεν. Ὅθεν καὶ στέφειν ἤθελε τὸν διδόντα καὶ ἀμνημονεῖν τῶν πραχθέντων τοῖς ἀρχιερεῦσιν ἠβούλετο, τοῖς δέ γε παρὰ τοῦ Νικηφόρου χειροθετηθεῖσιν ἐκχωρήσας τὰ τῆς ἀρχιερωσύνης ἅπαντα, παρὰ μόνον τὸ συλλειτουργεῖν, ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐχρῆτο· εἶναι γὰρ νομίζεσθαι δίκαια τὰ εἰς ἐκεῖνον πραχθέντα καὶ αὐτῷ συνδοκεῖν, εἰ τὴν ἐπὶ τοῦ βήματος ἐκείνων κοινωνίαν καταδέχοιτο. Ἐπεὶ δ' ἔδει καὶ περὶ τοῦ ἐκ δευτέρου στέφειν τὸν βασιλέα κοινολογεῖσθαι, ἑτοίμως καὶ ταῦτ' ἐδίδου. Καὶ μὲν δὴ καὶ ἡ τῶν ἡμερῶν κυρία παρῆν, καὶ ἐπὶ τοῦ ἱεροῦ τεμένους μεγαλοπρεπῶς ἔστεφε· μνήμη δ' οὐκ ἦν τὸ σύνολον Ἰωάννου, ἀλλὰ μᾶλλον καὶ τῷ καίσαρι Ἀλεξίῳ προσεπεφιλοτίμητο, ὡς δι' αὐτοῦ ἁλούσης τῆς πόλεως, τὸ μετά τε τοὺς βασιλεῖς καὶ τὸν πατριάρχην ἐν ταῖς συναπταῖς μνημονεύεσθαι. 235

γʹ. Ὅπως ὁ βασιλεὺς διεπρεσβεύετο πρὸς Τοχάρους, κήδη ποιῶν, καὶ πρὸς Αἰθίοπας. Τότε δὴ τῷ βασιλεῖ τῶν πραγμάτων καλῶς καὶ ὡς ἤθελε καταστάντων, ἐξήγοντο καὶ πρὸς τοὺς μακρὰν πρεσβεῖαι, τοῦτο μὲν πρὸς τὸν ἄρχοντα τῶν Τοχάρων Χαλαού, τοῦτο δὲ καὶ πρὸς τὸν τῶν Αἰθιόπων σουλτάν. Τὸν γὰρ τῶν Περσῶν μεθ' ἑαυτοῦ εἶχε τὸν Ἀζατίνην, ἐπὶ τῆς πόλεως βλακικῶς διάγοντα, κώμοις καὶ μέθαις ἀνὰ πᾶσαν διημερεύοντα ἄμφοδον· κενῆς γὰρ οὔσης ἀνθρώπων ἔτι τῆς πόλεως, συνέβαινε τὰς ἀμφόδους ὡς ἐρημίας εἶναι, ἐφ' αἷς ἐκεῖνος ἀνέδην καθήμενος σὺν τοῖς ἀμφ' αὑτόν, πολλοῖς καὶ μεγάλοις οὖσιν, ὠργίαζέ τε τῷ ∆ιονύσῳ καὶ ἐμεθύσκετο. Πρὸς γοῦν ἐκείνους εἶχε διαπρεσβεύεσθαι καὶ αὖθις λαμβάνειν ἐκεῖθεν πρέσβεις. Τῷ μὲν οὖν Χαλαοὺ μετὰ τοῦ μοναχοῦ καὶ ἱερέως Πρίγκιπος ἐξεδίδου τὴν ἐκ τῆς ∆ιπλοβατατζίνης ἐκ νοθείας παῖδα Μαρίαν. Καὶ ὁ Πρίγκιψ, ἀρχιμανδρίτης ὢν τότε τῆς τοῦ Παντοκράτορος μονῆς, ὑπὸ μεγάλαις φαντασίαις τε καὶ ἁβρότησι συνάμα καὶ πλούτῳ παντοδαπῷ τὴν κόρην ἐκόμιζεν, ἐπιφερόμενος καὶ σκηνικὸν νεὼν ἐκ πέπλων στιβαρῶν ἐκ μετάξης, τὰς δέ γε τῶν ἁγίων μορφὰς χρυσῷ πεποιημένας ἔχοντα, σταυροῖς καὶ σχοίνοις ἐρηρεισμένον, καὶ ἅγια σκεύη πολύτιμα κατὰ χρείαν τῆς ἱερᾶς θυσίας. Καὶ οὕτω μὲν πρὸς τὸ μεγαλειότερον τὸ συνάλλαγμα ἐξηρτύετο, κἂν τοῦ Χαλαοὺ ἐξ ἀνθρώπων γεγονότος πρὶν ἐκείνους φθάσαι, ἡ κόρη τῷ υἱεῖ ἐκείνου Ἀπαγᾷ, διαδόχῳ γε τῆς ἀρχῆς καταλειφθέντι, ἐν ὑστέρῳ φθάσασα ἐνηρμόζετο. 237 Τὸν δέ γε τῶν Αἰθιόπων σουλτὰν ἄλλη τις χρεία τῷ βασιλεῖ σπένδεσθαι κατηνάγκαζεν· ἐκ Κομάνων γὰρ ὢν ἐκεῖνος, εἷς τῶν εἰς δουλείαν ἀποδεδο μένων, τὸ γένος ἐζήτει κατ' αἰτίαν συνετὴν ὅτι καὶ ἐπαίνων ἐγγύς. Τὰ γὰρ ἀντικρὺ ἀλλήλων κλίματα τῆς γῆς, τό τε βόρειον καὶ τὸ νότιον, ἐμφύτοις τισὶ δυνάμεσιν ἐπί τε σωματικῇ καὶ ψυχικῇ διαθέσει ἀντιπεπόνθασιν, ὥσπερ δῆτα καὶ κράσεσιν, ἐν αἷς οὐ μόνον ζῴων ἀλόγων πρὸς ὅμοια ζῷα διαφορὰς εὕροι τις ἐμφανεῖς, ἀλλὰ καὶ πρὸς ἀνθρώπους ἀνθρώπων· βορείοις γὰρ τὰ ζῷα λελεύκωται, νοτίοις δὲ μεμελάνωται· ἄνθρωποι δὲ ἐν μὲν βορείοις ἀσύνετοι, ἄλλως καὶ μόλις λογικοὶ καταλαμβανόμενοι, ἐν οἷς οὐ λογικαὶ ἐπιστῆμαι, οὐ μαθήματα φυσικά, οὐ γνῶσις, οὐ φρόνησις, οὐ περὶ τὸν βίον οἰκονομίαι καὶ τεχνῶν ἐργασίαι καὶ τἆλλα οἷς τῶν ἀλόγων ἄνθρωποι διαστέλλονται, ὁρμὰς μέντοι παραβόλους καὶ πρὸς μάχην ἑτοίμους ἔχοντες, ὡς ἑτοίμως ὁρμήσοντες, ἤν τις ἐποτρύνοι, παράβολόν τι καὶ βακχικὸν θύοντες ἐπ' ἀλλήλοις καὶ τῷ Ἄρει σπένδοντες. Ἐν δὲ νοτίοις τοὐναντίον ἅπαν· ἐκεῖνοι γὰρ εὐφυεῖς μὲν ἄλλως καὶ ἄγαν συνετοὶ καὶ ἄριστοι τὰ ἐς πολιτείαν καὶ τέχνας καὶ λογικὰ μαθήματα καὶ βουλὰς ἐφ' ἑκάστῳ, νωθροὶ δὲ τὰ ἐς ὁρμὰς καὶ