Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
Περὶ τῶν ἐν τῷ τοῦ Μωάμεθ κορᾶν κεφαλαίων καὶ τί ἐν αὐτοῖς περιέχει· πρῶτον μὲν ἐν τῷ πρώτῳ λόγῳ καὶ ἐν τῷ πρώτῳ κεφαλαίῳ.
Ἐν τῷ πρώτῳ κεφαλαίῳ τοῦ πρώτου λόγου λέγει, ὅτι ὁ Μωάμεθ τῇ ὥρᾳ τῆς
ἐπιληψίας, ἐν ᾗ ἐκυλίετο ἀφρίζων, τὸν ἀρχάγγελον Γαβριὴλ ἐρχόμενον πρὸς αὐτὸν ἔλε γεν ὁρᾶν, ὡς εἴρηται. ∆εύτερον, ὅτι συνεγράψατο τὸ βιβλίον, ἀραβιστὶ κορᾶν ὀνομάσας, ὃ λέγεται ἑλληνιστὶ νόμος θεοῦ σωτήριος. Τρίτον, ὅτι προφήτην θεοῦ καὶ ἀπόστολον ἑαυτὸν ἐκάλεσεν. Τέταρτον ὅτι τὰ Μωσαϊκὰ πάντα, τό τε ψαλτήριον καὶ τὰ προφητικὰ δίκαια καὶ ἅγια καὶ ἀληθῆ ὠνόμασε· κατ' ἐξαίρετον δὲ τῶν ἄλλων τὸ εὐαγγέλιον ἅγιον καὶ δίκαιον καὶ εὐθὲς καὶ ἀληθινὸν καὶ τέλειον ἀπεφήνατο, ὥστε καὶ ἐν τῷ κεφαλαίῳ τοῦ Ἰωνᾶ θεοῦ ὑπομνήσεις ταῦτα ὠνόμασε. 440 Πέμπτον, ὅτι μὴ μόνον παρὰ τοῦ Μωάμεθ ἐξετέθη ὁ νόμος, ἀλλὰ καὶ παρ' ἑτέρων. Ἕκτον, ὅτι ὁ παρὰ τοῦ Μωάμεθ ἐκτεθεὶς νόμος στόματι πρὸς οὓς ἐξετέθη πα ρὰ τοῦ δαίμονος. Ἕβδομον, ὅτι εἷς χαλιφᾶς τὸ ἀξίωμα, τουτέστιν ἄκρον διδάσκαλος, ἐγένετο χρι στιανός. Ὄγδοον, ὅτι ὁ Μωάμεθ ἐντυχὼν αἱρετικοῖς τισι Νεστοριανοῖς καὶ Ἀρειανοῖς, ἀλλὰ δὲ καὶ Ἰουδαίοις τισί, τὴν τούτων κακίαν ἐσώρευσεν. Ἔννατον, ὅτι μεγαλοῤῥημονῶν περὶ αὑτοῦ ἔλεγεν, ὡς, εἰ πάντες ἄνθρωποι συνα χθεῖεν καὶ πάντα τὰ πνεύματα καὶ πάντες οἱ ἄγγελοι, οὐκ ἂν δύναιντο ποιῆσαι τοιοῦτο κορᾶν ὡς ἐγώ. ∆έκατον, ὅτι ἐν τῷ ἀνωτέρῳ μέρει, ἤγουν ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ δεσποτι κοῦ θρόνου ἔστι γεγραμμένον τὸ τοῦ Μωάμεθ ὄνομα. Ἑνδέκατον, ὅτι οὐκ ἦλθε διὰ θαυμάτων, ἀλλὰ διὰ ξίφους δοῦναι τὸν νόμον καὶ τοῖς μὴ πειθομένοις αὐτῷ θάνατος ἔσται ἡ τιμωρία ἢ φόρους διδόναι. ∆ωδέκατον, ὅτι ὁ Νῶε καὶ Ἁβραάμ, ἀλλὰ δὴ καὶ οἱ ἀπόστολοι τοῦ αὐτοῦ δόγ ματος, φησιν, ἦσαν, οὗπερ οὗτος ἔθετο ὕστερον.
Τοῦ δευτέρου λόγου κεφάλαιά εἰσι ταῦτα
Πρῶτον, ὅτι τὰ ἐν ταῖς μωσαϊκαῖς παραδόσεσι, τοῖς προφήταις τε καὶ τῷ ψαλ
τηρίῳ καὶ τῷ εὐαγγελίῳ γεγραμμένα ἅγια καὶ δίκαια καὶ ἀπὸ θεοῦ δεδομένα καλεῖ, στέργει τε καὶ φυλάσσει αὐτά, καὶ οὐδ' ὅλως εἰσὶν οἱ τούτου ἀκόλουθοι, εἰ μὴ ταῦ τα πληρώσαιεν. ∆εύτερον, ὅτι εἰς ἑβδομήκοντα πρὸς ταῖς τρισὶ μοίρας μέλλουσι σχισθῆναι οἱ τῷ νόμῳ αὐτοῦ ἀκολουθήσαντες καὶ ἡ μὲν μία καὶ μόνη ἐκ τούτων σωθήσεται, αἱ δὲ ἄλλαι τῷ πυρὶ παραδοθήσονται. Τρίτον, ὅτι εἰ μὴ παρὰ θεοῦ ἦν τὸ κορᾶν, πολλαὶ ἐναντιότητες εὑρίσκοντο ἐν αὐτῷ. Τέταρτον, ὅτι μετὰ τοῦ Γαβριὴλ ἀνελθεῖν, λέγει, εἰς τὸν οὐρανὸν καὶ ἐντυχεῖν ἀγγέλῳ μυριάκις μείζονι τοῦ κόσμου παντὸς θρηνοῦντι τὰς αὑτοῦ ἁμαρτίας καὶ τυ χεῖν παρὰ τοῦ θεοῦ συγγνώμης δι' αὐτοῦ. Πέμπτον, ὅτι τέλος καὶ σφραγὶς τῶν προφητῶν ἐστιν οὗτος. Ἕκτον, ὅτι ἁρπαγὰς καὶ φόνους κωλύει καὶ ἐπιορκίας καὶ πάλιν ταῦτα ἐνδίδωσιν. Ἕβδομον, ὅτι ὁ θεὸς ἐνέδωκε τούτῳ ἐπιορκῆσαι. Ὄγδοον, ὅτι διαλεγόμενος αὐτῷ ὁ θεὸς εἶπεν, ὡς παιδιᾶς χάριν ἐποίησε τὸν κόσμον. Ἔννατον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ λεγομένῳ Μπακαρᾶ, ὅπερ ἑρμηνεύεται δά μαλις, ὡς Ἰουδαῖοι καὶ Χριστιανοὶ σωθῆναι μέλλουσιν, ἐν δὲ τῷ κεφαλαίῳ τῷ Ἀμρὰμ αὖθίς φησιν, ὅτι οὐδεὶς δύναται σωθῆναι ἄνευ τῶν ἐν τῷ νόμῳ τῶν Ἰσμαηλιτῶν. 442 ∆έκατον, ὅτι πρὸ αὐτοῦ οὐ δύναταί τις εἰσελθεῖν εἰς τὸν παράδεισον· καὶ αὖθίς φησιν, ὅτι ἔδειξεν αὐτῷ ὁ θεὸς γυναῖκάς τε καὶ ἄνδρας πολλοὺς εἰσελθόντας πρὸ αὐτοῦ εἰς τὸν παράδεισον. Ἑνδέκατον, ὅτι ὁ θεὸς μετὰ τὴν ἀνάστασιν οἴκους περικαλλεῖς καὶ λουτρὰ καὶ παραδείσους καὶ γυναῖκας ὅτι πολλὰς ὑπισχνεῖται δοῦναι τοῖς τοῦ Μωάμεθ νόμοις ἀκολουθοῦσιν. ∆ωδέκατον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ Σάδ φησιν, ὡς οἱ μὲν ἄγγελοι ἐκ πυρὸς ἐδημιουργήθησαν, οἱ δὲ ἄνθρωποι ἐκ χοός. ∆έκατον τρίτον, ὅτι ἐν τῷ κεφαλαίῳ τῷ