99
τῆς τῶν ἀπ᾽ αἰῶνος ἁγίων μνήμης, δεδωκότες αὐτῷ δόξαν καὶ τιμήν, δόξαν μὲν ὡς πάντων ὑπεράνω κατὰ τὴν νοερὰν γνῶσιν τῶν ἐν τοῖς οὖσι λόγων, τιμὴν δὲ ὡς πάντων γενομένῳ παθῶν καθαρῷ καὶ τῶν ἐν τοῖς οὖσι φυσικῶν νόμων ἀνεύθυνον κατὰ τὴν αἴσθησιν κτησαμένῳ τὴν κίνησιν.
Τυχὸν δέ τις τῶν σφόδρα φιλοκάλων ἐρεῖ φιλοτιμούμενος δόξαν μὲν εἶναι τὸ ἀκρότατον κατ᾽ εἰκόνα κάλλος, τιμὴν δὲ τὸ καθ᾽ ὁμοίωσιν ἀπαράλλακτον μίμημα· τὸ μὲν γὰρ λόγων πνευματικῶν ἀληθὴς πέφυκε ποιεῖν θεωρία, τὸ δὲ πρᾶξις ἐντολῶν ἀκριβὴς καὶ ἀνόθευτος· ἃς ὁ μέγας ἐσχηκὼς Ἐζεκίας ἐν ἀναβάσει (14Β_414> τάφων υἱῶν ∆αβὶδ ἐτάφη, ὡς ἂν εἴ τις ἐπὶ τὸ σαφέστερον λαβὼν εἴποι τὸ ῥητόν, ἀντὶ τοῦ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν ∆αβίδ, καὶ ἔθηκαν τὴν μνήμην Ἐζεκίου ἐν τῷ ὕψει τῆς μνήμης τῶν ἀπ᾽ αἰῶνος ἁγίων.
Σκοπήσωμεν δὲ ὡς οὐκ εἴρηται ἐν τάφοις ∆αβὶδ ἢ ἐν ἀναβάσει τάφων ∆αβίδ· ἀσύγκριτος γὰρ τοῖς οὖσιν, οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀγγέλοις, καὶ παντελῶς ἀχώρητος καὶ αὐτὸς ὁ τοῦ Κυρίου κατὰ σάρκα λόγος καὶ ὁ τοῦ βίου τρόπος, μὴ ὅτι γε τῆς ἀπείρου θεότητος αὐτοῦ ἡ ἀνέφικτος ἔννοια. Οὐκοῦν ἀγαπητὸν παντὶ τῷ καὶ λίαν ἐπῃσθημένῳ μεγαλειότητος τὸ κἂν ἐν τάφοις υἱῶν ∆αβίδ, ἢ τὸ κράτιστον ἐν ἀναβάσει τάφων υἱῶν ∆αβίδ. Ἐν γὰρ τάφοις ∆αβὶδ οὐδεὶς φέρεται τῇ Γραφῇ τεθαμμένος, μὴ ὅτι ἐν ἀναβάσει τάφων ∆αβίδ· τοῦ γὰρ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀσύγκριτος, ὡς ἔφην, κατὰ πάντα καὶ λόγον καὶ τρόπον ὁ κατὰ σάρκα βίος. Φησὶ γὰρ ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, τουτέστι καὶ αὐτὴ ἡ κατὰ ἄνθρωπον διὰ σαρκὸς τοῦ Κυρίου δικαιοσύνη καὶ τὰς ἄνω δυνάμεις ἐκάλυψε τῇ ὑπερβολῇ τῆς ἐν πᾶσι κατὰ δικαιοσύνην ὑπεροχῆς. Οὐ γὰρ ἦν ψιλὸς ἄνθρωπος, ἀλλὰ Θεὸς ἐνανθρωπήσας πρὸς τὸ καινίσαι δι᾽ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ τὴν παλαιωθεῖσαν ὑφ᾽ ἑαυτῆς τῶν ἀνθρώπων φύσιν καὶ ποιῆσαι θείας κοινωνὸν φύσεως, ἀποθεμένην δηλαδὴ πᾶσαν φθορὰν καὶ ἀλλοίωσιν, δι᾽ ὧν, ὁμοιωθεῖσα τοῖς κτήνεσι, πλεονεκτοῦσαν τὸν λόγον εἶχε τὴν αἴσθησιν.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. ΣΧΟΛΙΑ 1. Πεντάπηχύς ἐστιν ὁ διάβολος, φησί, διά τάς αἰσθήσεις. (14Β_416> Τούτων
γάρ χωρίς προκοπήν οὐ δέχεται τῆς καθ᾿ ἁμαρτίαν αὐξήσεως, ἡ περί ψυχήν τῆς αὐτοῦ κακίας ἀλόγιστος κίνησις.
2. Τό δόρυ μέν τοῦ κατ᾿ ἀρετήν ἐστι κράτους σύμβολον φησίν· ὁ δέ φακός τοῦ ὕδατος, τοῦ κατά τήν γνῶσιν ὑπάρχει μυστηρίου τεκμήριον.
3. Σπήλαιον λέγει τόν κόσμον τοῦτον, καί τό γράμμα τό νομικόν· τόν δέ Σαούλ εἶναι, τόν λαόν τῶν Ἰουδαίων, ὧν ὁ νοῦς τοῦ θείου τῶν νοητῶν ἀπονεύσας φωτός, τῷ σκότει τῶν αἰσθητῶν καί τῇ σκιᾷ τοῦ γράμματος συγκαθέζεται, πρός γένεσιν φθορᾶς τήν κτίσιν τοῦ Θεοῦ καί τόν νόμον ποιούμενος. Ὁ γάρ μόνῳ τῷ γράμματι, καί ταῖς ἐπιφανείαις τῶν αἰσθητῶν τάς ἀθανάτους περιγράφων ἐπαγγελίας, τῆ φθορᾷ καθάπερ βρώματι κατάλληλον ποιεῖται τήν ἔκκρισιν, ἐκ τοῦ τέλους τήν ἀρχήν τῆς οἰκείας περί Θεοῦ δόξης δεικνύς. Τήν διπλοΐδα δέ λέγει, τήν περιβολήν τῶν νομικῶν αἰνιγμάτων. Τό δέ πτερύγιον αὐτῆς, τό κατ᾿ ἐξοχήν ἐν νοήμασιν ὑψηλόν τῆς πνευματικῆς θεωρίας, περικοπτόμενον τῶν πρός μόνην τήν αἴσθησιν τήν ἁγίαν ἐκδεχομένων Γραφήν.
4. Ὅτι ποιμήν, ὁ Κύριος λέγεται τῶν διά τῆς φυσικῆς θεωρίας πρός τήν ἄνω μάνδραν ὁδηγουμένων· βασιλεύς δέ τῶν ὑποταγέντων τῷ νόμῳ τοῦ Πνεύματος, καί τῷ θρόνῳ τῆς χάριτος Θεοῦ διά τῆς κατά τήν ἀμερῆ γνῶσιν τῶν νοός ἁπλῆς προσβολῆς παρισταμένων.