Οὐκ ην ἀνθρώπινον τὸ γενόμενον, φησὶν, οὐκ ην ἀγγέλων, οὐκ ἀρχαγγέλων, τὸ τοι αύτην πῆξαι γωνίαν. Τίς ἐστι θαυμαστή; ἡ γωνία, ἡ σύνοδος τῶν δύο ἐθνῶν, ἡ εἰς τὴν εὐσέβειαν. ∆ιὰ τί ειπεν, ἐν ὀφθαλμοῖς ἡμῶν; οὐ γὰρ πᾶσίν ἐστι τὸ θαῦμα κατάδηλον. Τίς γὰρ οὐκ αν ἐκπλαγείη, οτε ενθα ἐσταυρώθη ὁ Χριστὸς, ἐκεῖ προσκυνεῖται ὁ Χριστὸς, καὶ πᾶσαν. τὴν οἰκουμένην παρέδραμεν ὁ λόγος, συνάπτων τῇ ἀληθείᾳ απαντας; Εστι μὲν ουν καὶ τοῖς ὁπωσοῦν ἐξετάζουσι θαυμαστὴ, πολλῷ δὲ ἀκριβέστερον τοῖς πιστεύουσι. ∆ιὰ τοῦτο φησὶν, ἐν ὀφθαλμοῖς ἡμῶν. Ταύτης δὲ τῆς χάριτος χορηγὸς ὁ Θεὸς, ἡμεῖς δὲ τὴν αῤῥητον φιλανθρωπίαν θαυμάζωμεν. 117.24 Αυτη ἡ ἡμέρα ην ἐποίησεν ὁ Κύ ριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. Εὐφροσύνην ἐνταῦθα λέγει τὴν πνευμα τικὴν τῆς διανοίας. Εὐφρανθῶμεν, φησὶν, οτι τοσούτων ἐπετύχομεν τῶν ἀγαθῶν· κα ταλλαγὴ Θεοῦ πρὸς ἡμᾶς ἐγένετο· οὐρανὸς ἀπεδείχθη ἡ γῆ, οἱ τῆς γῆς ἀνάξιοι ανθρω ποι τῆς βασιλείας ἐφάνησαν αξιοι. 117.25-27 Ω Κύριε, σῶσον δή! Ω Κύριε, εὐόδωσον δή! Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οι κου Κυρίου. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡ μῖν. Οἱ δὲ πρὸ αὐτοῦ, ανδρες καὶ αγγελοι, ὡς δοῦλοι ἀφίκοντο· Οἱ μὲν γάρ· Ταῦτα λέγει Κύριος, εφασκον. Οἱ δέ· Κύριος ἀ πέστειλέ με. ∆ιό φασιν οἱ προαγορεύοντες αὐτοῦ τὴν ἐπιδημίαν· Εὐλογήκαμεν ὑμᾶς ἐξ οικου Κυρίου. ̓Εξ οικου γὰρ Κυρίου, ἐκ τῶν κόλπων τῶν πατερικῶν ἐστὶν ὁ ἐρχό μενος. ̓Επιφέρεται γοῦν εὐθύς· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Τὸ γὰρ ἐλθεῖν, οὐ τόπου μεταβολὴ, ἀλλὰ τοῦ μὴ ὁρωμένου πρότερον ἐπιφάνεια· ἀόρατος γὰρ ων, ὡς εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, διὰ σαρκὸς μορφὴν δού λου λαβὼν, δι' ης χειραγωγεῖται καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, δόξαν ὡς μονογε νοῦς παρὰ Πατρὸς, ην οἱ ἰδόντες φασιν· Ω Κύριε, σῶσον δή! ω Κύριε, εὐόδωσον δή! 117.27 Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκά ζουσιν, εως τῶν κεράτων τοῦ θυσιαστηρίου. Πυκάζοντας τοῖς καρποῖς τῆς ἀρετῆς δεή σει ειναι καὶ μηδὲν εχοντας αραιον η διάκε νον, ἐν ῳ οὐ συστήσεται ἀρετή. 117.28 Θεός μου ει σὺ, καὶ ἐξομολογήσο μαί σοι ... καὶ ἐγένου μοι εἰς σωτηρίαν. ∆οξολογῶν καὶ θεολογῶν σε, λέγω α εἰς ἐμὲ καὶ πεποίηκας θαυμάσια. Υψωσας γάρ με, καὶ πεποίηκας δύναμιν, ὡς μὴ ἀποθα νεῖν, ἀλλὰ ζήσαντά με διηγεῖσθαι τὰ εργα σου. -Ταῦτα τίς αἰτεῖ προνοεῖσθαι; τῶν ολων εἰδὼς τὸν Θεόν. Θεοῦ γὰρ τὸ σώζειν ἐστὶ, καὶ παρ' αὐτοῦ κατευθύνεται τὰ διαβή ματα, ὡς τό· Οσα αν ποιῇ, καθευοδωθήσε ται, καὶ τὸ ἐν εὐαγγελίοις· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι τοῦ Κυρίου. 118p.t ΥΠΟΘΕΣΙΣ. 118p.1 Τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ ἠθικός ἐστι τόπος, περὶ ου καὶ δια λαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλ μὸς κατὰ τὰ ἑβραϊκὰ στοιχεῖα γεγραμμένος· ωστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους ειναι ὀκτὼ ἀπὸ τοῦ Αλεφ, ο ἐστιν ἀρχὴ τῶν παρ' αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ ουτω καθ' ἑξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς ουτος ολον τὸν τόπον τὸν ἠθι κὸν μετὰ πάσης θεωρίας, τῆς περὶ τῶν δια φόρων τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς γραφαῖς. 118p.2 ̓Ιστέον δὲ ὡς αλλο μὲν νόμος, αλλο δὲ δικαίωμα, αλλο πρόσταγμα, αλλο μαρτύριον, αλλο κρῖμα. Καὶ τὸν ιηʹ ψαλμὸν ἑρμηνεύ σαντες, εἰρήκαμεν τίνι διαφέρει νόμος, καὶ μαρτύρια, καὶ δικαιώματα, κρίματα καὶ ἐντολή· ἀναμνήσωμεν δὲ ομως ἐν κεφαλαίῳ τὰ εἰρημένα. Νόμον καλεῖ τὸν ὑπὸ Θεοῦ διὰ Μωσέως δεδομένον. ̓Εντολὰς δὲ, καὶ προστάγματα πάλιν, τὸν αὐτὸν, ὡς βασιλικῶς ἐνταλθέντα καὶ προσ ταχθέντα. ∆ικαιώματα δὲ, ὡς δικαιοῦντα τὸν κα θορθοῦσθαι δυνάμενον. Κρίματα δὲ, ὡς τὰς θείους ψήφους ὑπο δεικνύντα, καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ παρανόμως βιούντων. Μαρτύρια δὲ, ὡς διαμαρτυρόμενα καὶ δει κνύντα οιαις ὑποβληθήσονται τιμωρίαις οἱ παραβαίνοντες. Καὶ οὐκ οιμαι, οσον ἐπέβη ἱστορία, αλλο θι διὰ πλειόνων τὰ ἠθικὰ εἰρῆσθαι περὶ τῆς διαφορᾶς νόμου καὶ προστάγματος καὶ περὶ τῶν λοιπῶν, ὡς ἐν τούτῳ τῷ